1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

108

Ὅταν τοίνυν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον καὶ πάντως εὑρήσεις πολλὴν σεαυτῷ τὴν παραμυθίαν· ἀναμνήσθητι τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην· λόγισαι τὸ μέγεθος τῆς συμφορᾶς καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον ἐκείνην τραγῳδίαν. Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας ἢ δεύτερον ἢ τρίτον, ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας, καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγίνετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ θάτερον ὑπερέβαλλε θατέρου τῶν λυπηρῶν. Οὐ γὰρ ἄωρος θάνατος μόνον, ἀλλὰ καὶ τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους εἶναι καὶ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ φύσεως εἶναι ἑκατέρας, τὸ μὴ κοινῷ νόμῳ τῆς φύ 63.706 σεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ' ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων ὅσον τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολὴ καὶ τῆς ζάλης. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἁπλῶς ἀκουόμενα· ἂν δὲ μετὰ ἀκριβείας ἐξετάσῃς αὐτὰ, τότε μειζόνως ὄψει τὸ θαῦμα. Ἐννόησον γὰρ ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν, ἀλλ' ὁλόκληρον ἐτρύγησε τὸν καρπὸν, καὶ τὸ δένδρον οὐ κατέβαλε· πᾶσαν ἐπήγαγε τὴν θάλασσαν μετὰ τῶν κυμάτων, καὶ τὸ σκάφος οὐ κατεπόντισεν· ὅλην τὴν δύναμιν ἐκένωσεν, καὶ τὸν πύργον οὐκ ἔσεισεν, ἀλλ' εἱστήκει πάντοθεν βαλλόμενος καὶ ἀκλινὴς μένων· καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο, μᾶλλον δὲ ἐπέμποντο μὲν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστὶ τὸ τοσούτους παῖδας ἀπολωλέναι· τί γὰρ οὐκ ἦν ἱκανὸν δάκνειν; οὐχὶ τὸ πάντας ἀναρπασθῆναι; οὐχὶ τὸ πάντας ἀθρόον καὶ ἐν μιᾷ ἡμέρᾳ; οὐχὶ τὸ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει; οὐχὶ τὸ πολλὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τὸ τρόπῳ τῆς τιμωρίας τοιούτῳ καταλῦσαι τὸν βίον; οὐχὶ τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτην ἐπενεχθῆναι ταύτην; οὐχὶ τὸ φιλόστοργον εἶναι τὸν γεγεννηκότα; οὐ τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας; Ὅταν γὰρ πονηρούς τις ἀποβάληται παῖδας, δάκνεται μὲν τῷ πάθει, πλὴν οὐ μετὰ τοσαύτης τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν λύπην· ὅταν δὲ καὶ ἐνάρετοι ὦσι, μόνιμον τὸ τραῦμα γίνεται, οὐχὶ τὸν ἀπὸ τῆς φύσεως μόνον ἐπιδεικνυμένῳ πόθον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας. Πάλιν ὅταν κατὰ μέρος ἁρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος· οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος; Εἰ γὰρ ἐν τρισὶν ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς· πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν, οὐκ ἐν ἡμέραις τρισὶ καὶ δύο καὶ μιᾷ, ἀλλ' ἐν ὥρᾳ μιᾷ ἅπαντας οὕτως ἀφαιρεθείς. Τὸ γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης, κἂν φύσει κοῦφον ᾖ, τῷ παρ' ἐλπίδα συμβῆναι καὶ ἐξαίφνης, ἀφόρητον γίνεται. Ὅταν οὖν τι καὶ καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λάβῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται καὶ πάντα ὑπερβαίνει λόγον. Οὐδὲ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἀνακλινομένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥι 63.707 νὸς συντριβείσης,