ἄνθρωπον· πανοῦργον γὰρ ἀεί πώς ἐστι καὶ δύστροπον τὸ θηρίον· τοιοῦτοι καὶ οἱ Φαρισαῖοι. 9Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον· καὶ τῇ τρίτῃ τελειοῦμαι.9 (A f. 198 b, B f. 156, δ φ. 55 b, Ε f. 204 b) Ὁρᾷς ὅτι τοῦθ' ὅπερ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στίφος, ἀποπληροῦν ἐπαγγέλλεται, φάσκων ὅτι καὶ ἀκαθάρ τοις ἐπιτιμήσει πνεύμασι, καὶ ἀπαλλάξει παθῶν τοὺς ἐν ἀῤῥωστίαις, καὶ τελειωθήσεται, τουτέστιν, ἑκὼν ὑπομενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, ὑπέρ γε τοῦ σῶσαι τὴν ὑπ' οὐρανόν; Ἤδει δὴ οὖν ἄρα καὶ πῶς καὶ πότε τὸν κατὰ σάρκα θάνατον ὑποστήσεται· πλὴν ᾠήθησαν οἱ Φαρισαῖοι κατοῤῥωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, καίτοι τῶν δυνάμεων ὄντα Κύριον. Ὅτι δὲ τῆς ἐξ ἀνθρώπων πλεονεξίας οὐδένα ποιεῖται λόγον, διέδειξεν εἰπών· "Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέ χεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ." Τὸ δὲ "δεῖ με" λέγων, οὐκ ἀνάγκην ἀδιάφυκτον ἐπηρτη μένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν· ἀλλ' ὅτι μᾶλλον ἐξου σίᾳ τῶν ἑαυτοῦ θελημάτων ἀνυπόπτως ὅπουπερ ἃν ἐθέλῃ βαδιεῖται καὶ περινοστήσει τὴν Ἰουδαίαν, οὐ δενὸς ἐπιόντος ἢ ἐπιβουλεύοντος, ἄχρις ἂν αὐτὸς ἑκὼν καταδέξηται τὴν τελείωσιν, τὴν διά γε, φημὶ, τοῦ τι μίου σταυροῦ. Τέως μέντοι ἐνεργῶ δυνάμεις· καὶ τούτου νῦν ὁ καιρός· καὶ οὔ τί γε ἐπὶ πλείονα χρόνον· τοῦτο γὰρ τὸ σήμερον καὶ τὸ αὔριον. Καὶ τοῦτο δὲ, φησὶν, ἀποκείσεται Ἱερουσαλὴμ, καὶ οὐχ ἑτέρως 72.784 οἷόν τε γενέσθαι· ἀλλ' ἡ τοὺς προφήτας ἀεὶ μελετη κυῖα φονεύειν, ἤξει καὶ ἐπὶ τὸν τῶν προφητῶν Κύ ριον. Πολλοῖς δὲ ἁγίων αἵμασι ποιεῖται ἔνοχον τὴν Ἱερουσαλήμ· καὶ τί τὸ ἐντεῦθεν; Ἀπολισθεῖν τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ἔμελλον ἀποπέμπεσθαι τῆς τῶν ἁγίων ἐλπίδος. Τοῦτο λέγων, τὸν τόπον ἐδήλου ἐφ' οὗ τὸ πάθος ἔμελλεν ὑπομένειν.(A f. 199) Ὅτι δὲ ἦσαν ἀμνήμονες τῶν παρὰ Θεοῦ χαρισμάτων, δυσάγωγοί τε καὶ ὀκνηροὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὠφελούντων αὐτοὺς, διέδειξεν εἰπών· "Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα," κ.τ.λ. Πεπαιδαγώγηκε γὰρ διὰ τοῦ πανσόφου Μωϋ σέως, νενουθέτηκε διὰ προφητῶν ἁγίων· ἠθέλησεν ὑπὸ πτέρυγας, τουτέστι ὑπὸ σκέπην τῆς ἑαυτοῦ δυνάμεως ἔχειν αὐτοὺς, οἱ δέ γε τῶν οὕτως εὐκταιο τάτων διημαρτήκασιν ἀγαθῶν, ἀμνήμονες καὶ ἀχάριστοι ὄντες. 9Οὐ μὴ ἴδητε, ἕως ἂν ἥξει ὅτε εἴπητε· Εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.9 (A f. 199 b, B f. 137 b) Ἀποπεφοίτηκε γὰρ τῶν Ἱεροσολύμων ὁ Κύριος, ὡς ἀναξίους ὄντας τῆς ἑαυ τοῦ παρουσίας ἀφεὶς τοὺς εἰπόντας· "Ἔξελθε, καὶ πο ρεύου ἐντεῦθεν." Εἶτα περινοστήσας τὴν Ἰουδαίαν, καὶ διασώσας πολλοὺς, καὶ σημείων ἀποτελεστὴς τῶν ὑπὲρ λόγον γεγενημένος, ὑπενόστησε πάλιν ἐν τοῖς Ἱεροσολύμοις, τότε δὴ, τότε κεκάθικεν ἐπὶ τὸν πῶλον τῆς ὄνου, ὄχλοι δὲ πολλοὶ καὶ παῖδες ἄνηβοι, τὰ κά λυντρα τῶν φοινίκων ἀνατείνοντες, προεβάδιζον, εὐφημοῦντές τε καὶ λέγοντες, "Ὡσαννὰ τῷ υἱῷ ∆α βίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου." Οὐκοῦν ἀναξίους ὄντας ἀφεὶς, τότε πάλιν αὐτοῖς ὀφθήσεσθαί φησιν, ὅταν ὁ τοῦ πάθους ἐνστῇ καιρός· τότε γὰρ ἀνέβη πάλιν εἰς Ἱεροσόλυμα, καὶ εἰσήλασεν εὐφημούμενος· καὶ κατ' ἐκεῖνο τοῦ καιροῦ τὸ σωτή ριον ὑπὲρ ἡμῶν ὑπέστη πάθος.
ΚΕΦΑΛ. Ι∆ʹ.
Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; (A f. 200) Ἤρετο τοὺς νομικοὺς καὶ τοὺς Φαρι σαίους ὁ Κύριος, πότερόν ποτε ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν, ἢ οὔ; οἱ δὲ, φησὶν, ἐσίγησαν. Ἀνθ' ὅτου σεσίγηκας, ὦ νομικέ; Εἰπέ τι τῶν γεγραμμένων· ἐπίδειξον τὸν διὰ Μωϋσέως νόμον διαβεβληκότα ποτὲ τὸ εὖ ποιεῖν ἐν Σαββάτῳ, εἰ σκληροὺς ἡμᾶς καὶ