1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

109

κεφαλῆς διακλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον. Συνεχύθητε ταῦτα ἀκούοντες καὶ δακρύετε; ἐννοήσατε τοίνυν τίς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορᾶς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος, θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν κακοῖς; οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; αὕτη μοι τῆς φιλοφροσύνης ἡ ἀμοιβή; διὰ τοῦτο τοῖς ξένοις ἠνέῳξά μου τὴν οἰκίαν, ἵνα τάφον τῶν παίδων γινομένην αὐτὴν ἐπίδω; διὰ τοῦτο πᾶσαν περὶ αὐτοὺς ἀρετὴν ἐπεδειξάμην, ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐκ εἶπε τούτων οὐδὲν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα γενναίως, καὶ μετὰ τοσαύτην ἐπιμέλειαν αὐτῶν ἀφαιρεθείς. Ἆρ' οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως, τὸ δὲ ὑπὸ πάντων διασύρεσθαι· ἆρα φορητὰ ταῦτα καὶ παραμυθίας ἄξια; Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητὰ, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπομεῖναι. Οὐδὲ γὰρ οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες, δάκνειν εἰώθασιν ἡμῶν τὴν ψυχήν. Θέα δέ μοι κἀντεῦθεν λοιπὸν τὸ ἐπιεικὲς καὶ φιλόθεον τῆς γενναίας ἐκείνης καὶ ἀδαμαντίνης ψυχῆς. Ἐπειδὴ γὰρ ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ἑώρα, τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα πάσης; ἐπὶ τούτοις ἀνέῳξά μου τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς; ἀλλ' ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν ἐκεῖνα εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει δειχθῆναι καὶ τὴν τῆς φύσεως συμπάθειαν καὶ τὴν τῆς γνώμης φιλοσοφίαν· εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα ἄν τις καὶ ἀναισθησίας ἐνόμισε τὴν φιλοσοφίαν ταύτην. Καὶ σὺ τοίνυν ὅταν χρήματα ἀπολέσῃς τὰ σὰ, καὶ μὴ δυσχεράνῃς, ἀλλὰ γενναίως ἐνεγκὼν εὐχαριστήσῃς τῷ Θεῷ, καὶ τὰ τοῦ Ἰὼβ ἀποφθέγξῃ ῥήματα, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, κέρδος τὴν ζημίαν διὰ τούτων ἐποίησας. Τί λέγεις· Ὁ Κύριος ἀφείλετο; ὁ κλέπτης ἀφείλετο, καὶ πῶς δυνήσομαι εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυμάσῃς· καὶ γὰρ ὁ Ἰὼβ, ἃ ὁ διάβολος ἔλαβε, ταῦτα ἔφησεν ὅτι Ὁ Κύριος ἀφείλετο· καὶ πῶς ἃ ὁ κλέπτης ἔλαβε, σὺ οὐκ ἐρεῖς ὅτι Ὁ Κύριος ἀφείλετο; Μὴ γὰρ εἴπῃς· Οὐκ ἔχω χάριν· οὐκ ἐμῆς γνώμης τὸ πρᾶγμα ἦν, οὐκ εἰδότος οὐδὲ βουλομένου ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται μοι μισθός; οὐδὲ γὰρ τοῦ Ἰὼβ εἰδότος οὐδὲ βουλομένου ταῦτα ἐγένετο· πῶς γάρ; ἀλλ' ὅμως οὐκ ἔλαττον ἔχει τῶν ἐλεημοσύνην 63.708 δόντων ἐκεῖνος, ὁ μὴ δοὺς τότε. Ἂν δὲ καὶ πρὸς μάντιν σε παραινέσωσί τινες ἀπελθεῖν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κεκώλυται, ἕλῃ μᾶλλον μὴ λαβεῖν τὰ χρήματα ἢ παρακοῦσαι τοῦ Θεοῦ, ἴσον ἔχεις τὸν μισθὸν τῶν εἰς πένητας αὐτὰ δεδωκότων, ὅτι ἀπολέσας ηὐχαρίστησας, καὶ δυνάμενος πρὸς μάντεις ἀπελθεῖν, ἠνέσχου μὴ λαβεῖν αὐτὰ μᾶλλον, ἢ οὕτω λαβεῖν. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεομένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἁρπασάντων ἐκείνων, οὐκ ἀνέλαβες. Ἀπεστέρησέ σε χρημάτων ἐκεῖνος; σὺ σαυτὸν μὴ ἀποστερήσῃς τῆς σωτηρίας· ἀλγῶν γὰρ ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι σαυτὸν περιβάλλεις κακοῖς. Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ