ἀφιλοικτείρμονας εἶναι βούλεται διὰ τὴν τῶν Σαβ βάτων ἀργίαν. Ἀλλ' οὐκ ἂν ἔχοις ἐπιδεῖξαι τοῦτό πο θεν. Ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λο γισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος. Εἰ κεκώ λυκε, φησὶν, ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, πῶς ἐποι κτείρεις αὐτὸς ὄνον [Cod.9 τὸν] εἰς φρέαρ καταπε σόντα; Μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαβ βάτῳ; Ἐπιτίμησον τῷ τῆς διαθέσεως κέντρῳ, εἴπερ 72.785 οἶσθα σκληρὸν ὄντα τὸν νομοθέτην καὶ ἀφιλο[ι]κτείρ μονα· μηδὲ νέμε χεῖρα τῷ κάμνοντι, προτιθεὶς αὐτοῦ τὴν εἰς τὸν νόμον αἰδὼ, μᾶλλον δὲ τὴν ἀργίαν τὴν ἀλογωτάτην, εἰ μή σοι δοκεῖ πνευματικὸν εἰδέναι Σαββατισμόν. Οὐ καταλήγει τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων Θεὸς, ἀγαθός ἐστι καὶ φιλάνθρωπος· οὐκ ἀπαν θρωπίας τὸν Μωϋσέως νόμον ἐτίθει διδάσκαλον, ἀγάπης δὲ μᾶλλον τῆς εἰς τὸν πέλας εἰσηγητήν. Εἶτα, πῶς ἦν εἰκὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον ἐντολὴν ἀτονεῖν ἐν Σαββάτῳ, κατὰ βούλησιν Θεοῦ; Τί οὖν σεσίγηκας, νομικέ; Ἠπόρησας ὁμολογουμένως. Μακρὰ τοιγαροῦν χαίρειν εἰπὼν ταῖς βασκα νίαις τῶν Ἰουδαίων, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον· ὃς δεδιὼς τοὺς Φαρισαίους, οὐ προσ ῆλθεν αἰτῶν θεραπευθῆναι διὰ τὸ Σάββατον, ἀλλὰ μόνον ἔστη ἐνώπιον αὐτοῦ, ἵνα ἐκ τῆς θέας ἐλεήσας αὐτὸν, θεραπεύσῃ. Ὅνπερ εἰδὼς ὁ Κύριος, ὡς ἐμβα τεύων αὐτοῦ τὴν ψυχὴν ὡς Θεὸς, οὐκ ἐρωτᾷ αὐτὸν εἰ θέλει ὑγιὴς γενέσθαι, ἀλλ' εὐθέως ἐθεράπευσεν αὐτόν· ᾔδει γὰρ ὅτι ἤθελε· καὶ γὰρ ἵνα τύχῃ τῆς θεραπείας, ἵστατο ἔμπροσθεν αὐτοῦ καὶ ἐσιώπα. 9Ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο.9 (A f. 200, B f. 138 b, E f.138 b, δ φ. 56 b) Ἐπειδὴ τῶν κεκλημένων ἐθεᾶτό τινας, ὡς μέγα τι χρῆμα καὶ ἀξιόληπτον, τὰς πρωτοκλισίας ἀσυνέτως ἁρπά ζοντας, ἀναγκαίως ἵν' αὐτούς τε καὶ ἡμᾶς ὠφελῇ, ματαίας δόξης καταφρονεῖν παρεγγυᾷ. Καὶ δοκεῖ μὲν ἵσως τισὶ, μικρά πως εἶναι ταυτὶ, καὶ οὐ πολλῆς ἄξια φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τὸ τηνικάδε μαθήσεται ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτῷ ἐνεργάζεται. Τὸ μὲν γὰρ τιμαῖς ἡμᾶς ταῖς ἀναρμόστοις, ἤγουν οὐ πάντη τε καὶ πάντως ὀφειλομέναις ἡμῖν προχείρως ἐπιπηδᾷν. ἀσυνέτους ἡμᾶς ἀποφαίνει. Ὅταν γὰρ, φησὶ, ἔλθῃ ὁ ἐντιμό τερός σου, "ἐρεῖ σοι ὁ σὲ καὶ αὐτὸν καλέσας· ∆ὸς τούτῳ τόπον·" ὢ πόσης αἰσχύνης τὸ πρᾶγμα με μέστωται! Σώφρων δὲ καὶ ἀξιοθαύμαστος, ὁ μετὸν αὐτῷ ἀνεπιπλήκτως τοῖς πρώτοις κατασεμνύνεσθαι, τούτου μὲν οὐκ ἐφιέμενος, μόνον δὲ οὐχὶ τὰ ἑαυτοῦ παραχωρῶν ἑτέροις, ὑπέρ γε τοῦ μὴ δοκεῖν ἡττᾶ σθαι φιλοδοξίας, ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τι μήν· ἀκούσεται γὰρ παρὰ τοῦ κεκληκότος· Προσ ανάβηθι ὧδε. Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν, τὸ μέτριον φρόνημα. Εἰ γάρ τις ἑτέρων προτάττεσθαι ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήφου, καὶ στεφανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολ λοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον φρόνημα· μιμητὴς γίνεται Χριστοῦ τοῦ εἰπόντος· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ." Ταῦτα δὲ λέγων, οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς· ταὐτὸ ποιούσης καὶ τῆς παραι νέσεως, μᾶλλον δὲ καὶ πλέον ἐπὶ τῶν εὐαισθήτων. Ὅτι καὶ προαγωγότερον ἀφίστησιν ἀπὸ τῆς φιλοτι μίας ἡ πρὸς τὰ τῆς φιλοτιμίας ἀποτροπή· μικρῶ δὲ 72.788 οὕτω τῷ παραδείγματι τῷ κατὰ τὰ δεῖπνα, τὴν τῶν φιλοτίμων καθαίρεσιν ὑποδεικνὺς, καὶ τὴν τῶν ἀφι λοτίμων ὕψωσιν, μέγα τῷ μικρῷ προστίθησι, καθ ολικὸν ἐπιφέρων τὸ, ὅτι "Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπει νωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται." Ὅπερ τῆς θείας ἤρτηται κρίσεως, καὶ οὐ πάντως κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν. Ἐπεὶ πολλοὶ καὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐ τελοῦς ταύτης τιμῆς· καὶ ἄλλοι ἑαυτοὺς ταπεινώσαντες, ἔμειναν