110
εἰς Συρίαν διοδοιπορῆσαι· φοβουμένους δὲ τὴν Ἀσσυρίων δυναστείαν τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι.» 10.13.11 Τούτοις ἑξῆς τὴν διαδοχὴν τῶν κατ' Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος ἐπιλέγει· «Ταῦτα μὲν ὁ Μάνεθως. δῆλον δέ ἐστιν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ ∆αναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον 10.13.12 ἀρχαιότατον Ἀργεῖοι νομίζουσι. δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων· πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις.» 10.13.13 Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτη πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται. ἀπὸ δὲ τῆς Φοινίκων, μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα τρισὶ καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα· εἶτα μεταβὰς καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας.
10.14.1 ιδʹ. ΩΣ ΑΠΑΣΗΣ ΤΗΣ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΙΣΤΟΡΙΑΣ ΝΕΩΤΕΡΟΙ ΤΥΓΧΑΝΟΥΣΙ ΤΩΝ ΠΑΡ' ΕΛΛΗΣΙ ΦΙΛΟΣΟΦΩΝ ΟΙ ΧΡΟΝΟΙ
Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου ποικίλην περιέχουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; προὔκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ 10.14.2 τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι. ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται, φέρ' ἴδωμεν καὶ τοὺς μετ' αὐτὸν ἅπαντας. Μωσῆς δ' ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων, Ἕβερ τε καὶ Ἁβραάμ, ἀφ' ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν, ὕστατος τοῖς χρόνοις 10.14.3 παρεφάνη τῷ βίῳ, δῆλον ἀπὸ τῆς κατ' αὐτὸν ἱστορίας τυγχάνει. μετὰ Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς, ὥς τινες, ἔτεσι λʹ· εἶθ', ὥς φησιν ἡ γραφή, ἐκράτησαν ἀλλόφυλοι ἔτεσιν ὀκτώ. ἔπειτα Γοθονιὴλ ἔτεσι πεντήκοντα. μεθ' ὃν Ἐγλώμ, βασιλεὺς Μωάβ, ἔτη ιηʹ. μεθ' ὃν Ἀὼδ ἔτη πʹ. μεθ' ὃν πάλιν ἀλλόφυλοι ἔτη κʹ. ἔπειτα ∆εββώρα καὶ Βαρὰκ ἔτη μʹ· ἔπειτα Μαδιηναῖοι ἔτη ζʹ· ἔπειτα Γεδεὼν ἔτη μʹ· Ἀβιμέλεχ ἔτη τρία· Θωλὰ κγʹ· Ἰαεὶρ κβʹ· Ἀμμανῖται ιηʹ· Ἰεφθάε ἔτη ʹ· Ἐσβὼν ἔτη ζʹ Αἰαλὼν ἔτη ιʹ· Λαβδὼν ἔτη ηʹ· ἀλλόφυλοι ἔτη μʹ· Σαμψὼν ἔτη κʹ· ἔπειτα Ἠλεὶ ἱερεύς, ὡς τὸ Ἑβραϊκόν, ἔτη μʹ· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταν10.14.4 τᾶν ἅλωσιν. μετὰ δὲ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ. μεθ' ὃν πρῶτος αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μʹ· ἔπειτα ∆αβὶδ ἔτεσι μʹ· ἔπειτα Σολομῶν ἔτεσι μʹ· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ιζʹ· Ἀβιὰ ἔτη γʹ· Ἄσα ἔτημαʹ· Ἰωσαφὰθ ἔτη κεʹ· Ἰωρὰμ ἔτη ηʹ· Ὀχοζίας ἔτος αʹ· Γοθολιὰ10.14.5 ἔτη ζʹ· Ἰωὰς ἔτη μʹ· Ἀμασίας ἔτη κθʹ· Ὀζίας ἔτη νβʹ· καθ' ὃνπροφητεύουσιν Ὠσηέ, Ἀμώς, Ἡσαΐας, Ἰωνᾶς· μετὰ δὲ Ὀζίαν βαλεύει Ἰωάθαμ ἔτη ιʹ· μεθ' ὃν Ἄχαζ ἔτη ιʹ· κατὰ τοῦτον ἡ πρώτη 10.14.6 Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόροιβος Ἠλεῖος· διαδέχεται δὲ τὸν Ἄχαζ Ἐζεκίας ἔτεσι κθʹ· καθ' ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασιλευσε. μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νεʹ· ἔπειτα Ἀμὼν ἔτη βʹ· ἔπειτα Ἰωσίας ἔτη λαʹ· καθ' ὃν προφητεύουσιν