ἀγέραστοι. 9Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, κ.τ.λ.9 (A f. 200 b, B f. 139, δ φ. 56 b) Ἀλλὰ τοῦτο μὲν περὶ τῆς ταπεινοφροσύνης τὸ παράγγελμα· καλὸν δὲ καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, μέγαν εἰσάγων τῆς παρὰ ἀνθρώποις δεξιώσεως τὸν σκοπὸν, καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μακρὰν οὗ τος καὶ οὐκ ἔχων παραχρῆμα τὴν ἀνταπόδοσιν, ὅπερ οἱ μικρόψυχοι ποιοῦσι· φίλους καλοῦντες, ἀδελφοὺς, συγγενεῖς, γείτονας, ἵν' εὐθὺς ἀντικληθέντες, κομί σαιντο τοῦτο· οὗ πολλῷ κάλλιον καὶ μεγαλοπρεπέ στερον εἰσήγαγεν ὁ Κύριος, τὸ τοὺς δεομένους κα λεῖν, τὸ πρὸς τοὺς ἀσθενεῖς καὶ λελωβημένους φιλ ανθρωπεύεσθαι, παρ' ὧν οὐκ ἔστιν ἀνταπόδοσις, ἀλλὰ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς φιλανθρωπίας τὴν τι μὴν ἐπὶ τῆς μελλούσης ζωῆς. Τοῦτο δέ φησιν, οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς, ἀλλ' ἵνα δι δάξῃ μὴ πιπράσκειν τὰς φιλοφροσύνας τῶν ἴσων ἀνταποδόσεων, ἀλλ' ὠφελίμους ποιεῖσθαι ταύτας, ἐπὶ μεγάλαις ἀντιδόσεσι ταῖς παρὰ Θεοῦ. Ἐρεῖ γάρ· "∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα σιλείαν· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν," καὶ τὰ ἑξῆς. "Ἐφ' ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε." 9Μακάριος ὂς φάγεται ἄριστον ἐν τῇ βασι λείᾳ τοῦ Θεοῦ.9 (A f. 201) Εἰκὸς δή που τὸν ἄνθρωπον οὔπω μὲν εἶναι πνευματικὸν, ψυχικὸν δὲ μᾶλλον, καὶ ἀν επιτηδείως ἔχοντα πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλου μένων παρὰ Χριστοῦ· ἦν γὰρ τῶν ἀπίστων ἔτι καὶ οὔπω πεφωτισμένων· ᾠήθη δὲ τὰς σωματικὰς ἔσε σθαι τῶν ἁγίων τὰς ἀμοιβὰς ὧν ἂν δράσειαν, εἰς ἑτέρους ἀγαθουργεῖν ᾑρημένοι. 9Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα.9 (A f. 201 b, δ φ. 57, Ε f. 204) Πολυπραγμονή σωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις τῷ μὴ ἐπ' ἀρίστῳ μᾶλλον, ἀλλ' ὡς ἐπὶ δείπνῳ κε κλῆσθαι πολλούς· μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοη θείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς· τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν. Οὐκοῦν ὁ μὲν ἄνθρωπος νοηθείη ἂν ὁ Θεὸς καὶ Πα τήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ πάντως εἰσὶν ἡ ἀλήθεια. Οὗτος δὴ οὖν ὁ τῶν 72.789 ὅλων ∆ημιουργὸς καὶ Πατὴρ τῆς δόξης μέγα πε ποίηκε δεῖπνον, τουτέστιν οἰκουμενικὴν εἰργάσατο πανήγυριν, δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς αἰῶνος τοῦ καθ' ἡμᾶς, ἐπέφανεν ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι' ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυ τοῦ σάρκα φαγεῖν, ἄρτος ὢν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· πρὸς ἑσπέραν δὲ καὶ ὑπὸ λύχνοις καὶ ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον. ∆εῖπνον οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται· εἶτα, τίς ἐστιν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶ ναί φησιν; Αὐτός που τάχα Χριστός· Θεὸς γὰρ ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυ τὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἔστι τοίνυν Κύριος μὲν τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ· τήν γε μὴν τοῦ δούλου κλῆσιν ἐφαρμόσειέ τις ἂν εἰκότως τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις. Πότε δὲ ἀπεστάλη; Τῇ ὥρᾳ τοῦ δείπνου, φησί· οὐ γὰρ ἐν ἀρχαῖς τοῦ αἰῶνος τούτου καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογε νὴς τοῦ Πατρὸς Λόγος, καὶ γέγονεν ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἐν καιροῖς δὲ μᾶλλον καθ' οὓς αὐτὸς ἠθέλησεν ὁ δυνάστης, δῆλον δὲ ὅτι τοῖς τελευταίοις, καθὰ φθά σαντες εἴπομεν. Ὁποῖος δὲ γέγονεν ὁ τοῦ κεκληκότος λόγος; "Ἔρχεσθε, ὡς ἤδη ἕτοιμά ἐστι πάντα." Ἡτοίμασε γὰρ τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὰ δι' αὐτοῦ τῷ κόσμῳ δεδωρημένα ἀγαθὰ, ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμ πρότητα, βασιλείαν οὐρανῶν. Ἐπὶ ταῦτα κέκληκεν ὁ Χριστὸς, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ πρό γε τῶν ἄλλων, τὸν Ἰσραήλ. Ἆρ' οὖν ἐβουλεύσαντό τι χρηστὸν ἐν ἑαυτοῖς; Ἆρα τεθαυμάκασι τοῦ κεκλη κότος τὴν ἡμερότητα, τοῦ διακονοῦντος τῇ κλήσει τὴν οἰκονομίαν; Οὐ μὲν οὖν· ἀλλ' ἠτίμασαν καὶ