1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

111

Ἱερεμίας, Βαρούχ, Ὀλδᾶ10.14.7 καὶ ἄλλοι προφῆται· ἔπειτα Ἰωάχαζ μῆνας τρεῖς· μεθ' ὃν Ἰωακεὶμ ἔτη ιαʹ· μεθ' ὃν πάντων ὕστατος Σεδεκίας ἔτη ιβʹ· κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι 10.14.8 ∆ανιὴλ καὶ Ἰεζεκιήλ. μετὰ δὲ ἐτῶν ἀριθμὸν οʹ ὁ Κῦρος βασιλεύει Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καταβάλλονταί τε θεμελίους, προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχα10.14.9 ρίου καὶ Μαλαχίου, μεθ' οὓς οὐκέτι προφήτης παρ' αὐτοῖς γέγονε. κατὰ δὲ Κῦρον Σόλων Ἀθηναῖος ἐγνωρίζετο καὶ οἱ κληθέντες ἑπτὰ σοφοὶ παρ' Ἕλλησιν, ὧν παλαιότερος οὐδεὶς παρ' αὐτοῖς φιλόσοφος μνημονεύεται. 10.14.10 τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγονὼς περὶ τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης καὶ ἰσημερίας 10.14.11 διελέχθη· ἐγένετο δ' ὁ ἀνὴρ ἐπισημότατος ἐν τοῖς Ἕλλησι. Θάλεω δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν 10.14.12 τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας. Ἀναξιμάνδρου δὲ γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας Ἡγησιβούλου Κλαζομένιος. οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. «Ἦν γὰρ ἀρχήν», φησί, «τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν». 10.14.13 Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο καὶ πλούτῳ καὶ γένει τῶν καθ' ἑαυτὸν διήνεγκεν· Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη· ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου, μεταβὰς δ' εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε καὶ πολ10.14.14 λοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην. κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ Ξενοφάνης τε καὶ Πυθαγόρας. τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ οἵ τε υἱοὶ αὐτοῦ, 10.14.15 Τηλαύγης καὶ Μνήσαρχος. Τηλαύγους δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γί10.14.15 νεται, καθ' ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δ' ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπογράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας διαμασησάμενον τὴν γλῶσσαν προσπτύσαι αὐτῷ καὶ οὕτως ἐγκαρτερή10.14.16 σαντα ταῖς βασάνοις ἀποθανεῖν. τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε, Λευκίππου δὲ ∆ημόκριτος, οὗ Πρωταγόρας, καθ' ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην ἔστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτεροι Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες. ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονώς, διαλελοιπότων ἤδη τῶν παρ' Ἑβραίοις προφητῶν καὶ τῆς ἱερᾶς μη τροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μωσέως καὶ τῶν μετ' αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ 10.14.17 συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε. γέγονε δὲ ὁ Πλάτων