τὸν κα λοῦντα καὶ τὸν ἀπεσταλμένον· καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, τουτέστιν ἐξ ἑνὸς συνθήμα τος. 9Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.9 (Ε f. 20 b) Ὁρᾷς ὅτι τοῖς γεωδεστέροις ἀσυν έτως προσνενευκότες οὐχ ὁρῶσι τὰ νοητὰ, καὶ τῶν ἐν ἐλπίσι ταῖς παρὰ Θεῷ οὐδένα ποιοῦνται λόγον. Εἶτα τίνες νοηθεῖεν ἂν οἱ παραιτησάμενοι ἀγρῶν τε καὶ γεωργίας ἔνεκα, καὶ παιδοποιΐας σαρκικῆς, ἢ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες; Ἄνδρες ἁδροὶ τὰ βαλάντια, καὶ φιλοκερδείας ἡττώμε νοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν. ∆ιὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γρα φῆς, ἐπ' αὐτοῖς δὲ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν.(A f. 202 b) Καὶ ὅταν ἀκούσῃς, ὅτι ἀπ έστειλεν ὁ ἑστιάτωρ τὸν δοῦλον αὐτοῦ τῇ μετὰ σαρ κὸς οἰκονομίᾳ, καὶ τὴν δουλείαν λογίζῃ καὶ τὴν ἀπο στολήν. Τί ποτε δὲ εἰπεῖν ἀπεστάλη τοῖς διὰ νόμου κεκλημένοις Ἰουδαίοις; "Ἔρχεσθε, ἤδη ἕτοιμά ἐστι πάντα." Πλὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων τὴν κλῆσιν παραιτησαμένων, καθὼς αὐτοὶ ἔλεγον· "Μή τις τῶν ἀρχόντων ἢ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;" ὠργίσθη ὁ οἰκοδεσπότης, ὡς ἀξίων ὄντων παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. 72.792 9Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ, κ.τ.λ.9 (A f. 208, Ε f. 208 b) Καὶ νῦν οὖν ὠργίσθαι λέ γεται ὁ οἰκοδεσπότης κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ὡς τὸ μέγα δεῖπνον ὑβρισάντων. Καὶ δὴ κέκληνται ἀντ' ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος, ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἔχοντες, ἀφεγγῆ τε καὶ χωλεύουσαν· τυφλοὶ γὰρ οὗτοι καὶ χωλοὶ νοηθεῖεν ἂν, ἀλλ' εὔῤῥωστοι καὶ ὑγιεῖς γεγόνασιν ἐν Χριστῷ· ἐδιδάχθησαν ὀρθοπο δεῖν, τὸ θεῖον εἰς νοῦν ἐδέξαντο φῶς· ὅτι δὲ πεπι στεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, μάθοι τις ἂν ταῖς τῶν ἁγίων ἀποστόλων Πράξεσιν ἐντυχών. Ἐκεῖ γὰρ Πέτρου δημηγορήσαντος, πρῶτον τρισχί λιοι ἐπίστευσαν, καὶ πάλιν πολὺς ὄχλος. Ἀλλὰ ταῦτα μὲν διδάσκων, τοῦτο δὲ θαυματουργῶν, τὸ ἄδολον πλῆθος ὑπήγετο, καὶ πολλοὶ τῶν Ἰουδαίων ἐπίστευον εἰς αὐτόν· οὓς καὶ ἐπαράτους οἱ Φαρισαῖοι ὠνόμα ζον, ὡς εἰς Χριστὸν πιστεύοντας· ἔλεγον γάρ· "Μή τις ἐκ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν; ἀλλ' ὁ λαὸς οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν." Ἐνταῦθα ἑκάτερον δείκνυται, καὶ ὅτι οἱ ἄρ χοντες οὐκ ἐπίστευον, καὶ ὅτι πολλοὶ ἐκ τοῦ πλήθους ἐπίστευον· ἅπερ ἀμφότερα καὶ ἡ παραβολὴ ᾐνίξατο, τοὺς μὲν εἰσάγουσα παραιτουμένους, τοὺς δὲ καλου μένους καὶ ὑπακούοντας. 9Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν.9 (B f. 142 b, δ φ. 57 b, Ε f. 209) Ἐνταῦθά μοι βλέπε τὴν τῶν ἐθνῶν κλῆσιν, μετά γε τοὺς ἐξ αἵμα τος Ἰσραὴλ εἰσενηνεγμένων διὰ τῆς πίστεως. Πάλαι μὲν γὰρ ἦσαν οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς φρένας, ἀπηγριωμένοι τὸν νοῦν καὶ οἷον ἔξω πόλεως, διὰ τὸ μὴ ζῇν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ· ταύτῃτοι καὶ εἰς τὰς ἔξω πόλεως ὁδοὺς, καὶ τοὺς ἐν ἀγροῖς ὄντας φραγμοὺς, ὁ δειπνο κλήτωρ ἀπεστάλη. Πλὴν προστέτακται παρὰ τοῦ πεπομφότος, οὐχ ἁπλῶς καλέσαι, καὶ μόνην αὐτοῖς προτεῖναι τὴν προτροπὴν, ἀλλὰ γὰρ καὶ ἀναγκάσαι. Καίτοι προαιρετικὸν ἄπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, εἶτα πῶς ἀναγκάζονταί τι νες; Καὶ τοῦτο ναὶ γέγονεν οἰκονομικῶς· ἔδει γὰρ, ἔδει τοῖς ἔθνεσιν, ὡς ἀφορήτῳ πλεονεξίᾳ κατεζευγμέ νοις, καὶ ὑπὸ ζυγὰ πεσοῦσι διαβολικὰ, καὶ οἱονεὶ σει ραῖς ἀῤῥήκτοις τῶν οἰκείων πλημμελημάτων ἐνισχη μένοις, καὶ οὐκ εἰδόσιν ὅλων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, συντονωτέρας κλήσεως, μιμουμένης ἀνάγκης χρείαν, ἵν' ἰσχύσειαν ἀναβλέψαι πρὸς Θεὸν, καὶ τῶν ἱερῶν γεύσασθαι μαθημάτων, καὶ ἀποφοιτῆ σαι μὲν τῆς ἀρχαίας ἀπάτης, ἀποπηδῆσαι δὲ τρόπον τινὰ τῆς τοῦ διαβόλου χειρός. Καὶ γοῦν ἔφη Χριστός· "Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσαι αὐτόν." Ἡ δὲ λέξις ὅλως ἰσχύος ἔργον τῆς θεοπρεποῦς ἀποφαίνει τὴν