112
ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος, Αὐγούστου δὲ τοῦ Σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι 10.14.18 τετρακοσίοις. εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων οἵ τε μετ' αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν χρόνον, καθ' ὃν οὗτος γέγονε, τῶν τε παρ' Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ. 10.14.19 ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων, ὥστε μηκέτ' εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὅμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα.
11.Pin.t ΙΑ ΤΑ∆Ε ΤΟ ΕΝ∆ΕΚΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ
ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 11.Pin.1 αʹ. Προοίμιον περὶ τῆς ὑποθέσεως βʹ. Ὡς ἡ κατὰ Πλάτωνα φιλοσοφία τῇ καθ' Ἑβραίους ἐν ἀναγκαιοτάτοις ἐπηκολούθησεν γʹ. Περὶ τοῦ τριμεροῦς τῆς κατὰ Πλάτωνα φιλοσοφίας· ἀπὸ τῶν Ἀττικοῦ δʹ. Ἀριστοκλέους περὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας εʹ. Περὶ τῶν παρ' Ἑβραίοις ἠθικῶν δογμάτων ʹ. Περὶ τῆς παρ' Ἑβραίοις λογικῆς πραγματείας ζʹ. Περὶ τῆς παρ' Ἑβραίοις τῶν ὀνομάτων ὀρθότητος ηʹ. Περὶ τῆς καθ' Ἑβραίους φυσιολογίας θʹ. Περὶ τῆς τῶν νοητῶν φυσιολογίας ιʹ. Περὶ τοῦ ὄντος, Μωσέως καὶ Πλάτωνος ιαʹ. Νουμηνίου τοῦ Πυθαγορείου περὶ τοῦ αὐτοῦ ιβʹ. Πλουτάρχου περὶ τοῦ αὐτοῦ ιγʹ. Ὅτι ἄρρητον τὸ θεῖον ιδʹ. Ὅτι θεὸς εἷς ἐστι μόνος ιεʹ. Περὶ τοῦ δευτέρου αἰτίου Ἑβραίων καὶ Πλάτωνος ιʹ. Φίλωνος περὶ τοῦ δευτέρου αἰτίου ιζʹ. Πλάτωνος περὶ τοῦ δευτέρου αἰτίου ιηʹ. Πλωτίνου περὶ τοῦ αὐτοῦ ιθʹ. Νουμηνίου περὶ τοῦ αὐτοῦ κʹ. Ἀμελίου περὶ τῆς τοῦ Ἑβραίου θεολογίας καʹ. Περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων κβʹ. Περὶ τῆς τἀγαθοῦ οὐσίας κγʹ. Νουμηνίου περὶ τἀγαθοῦ κδʹ. Περὶ τῶν παρὰ Πλάτωνι ἰδεῶν κεʹ. Φίλωνος περὶ τῶν παρὰ Μωσεῖ ἰδεῶν κʹ. Κλήμεντος περὶ τοῦ αὐτοῦ κζʹ. Ἑβραίων καὶ Πλάτωνος περὶ τῶν ἐναντίων δυνάμεων κηʹ. Περὶ ψυχῆς ἀθανασίας Ἑβραίων καὶ Πλάτωνος κθʹ. Πορφυρίου περὶ τοῦ αὐτοῦ λʹ. Περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον λαʹ. Περὶ τῶν κατ' οὐρανὸν φωστήρων λβʹ. Ὅτι πάντα καλὰ τὰ ἔργα τοῦ θεοῦ λγʹ. Περὶ τῆς ἀλλοιώσεως καὶ μεταβολῆς τοῦ κόσμου λδʹ. Περὶ τῆς τῶν τετελευτηκότων ἀναβιώσεως λεʹ. Πάλιν περὶ συντελείας κόσμου λʹ. Ὡς καί νεκροὺς ἐγηγέρθαι ὁ Πλάτων ὁμοίως τοῖς Ἑβραίων λόγοις ἱστορεῖ λζʹ. Πλουτάρχου περὶ τοῦ ὁμοίου ληʹ. Ὡς καὶ τὰ περὶ τῆς λεγομένης ἐπουρανίου γῆς ὁ Πλάτων ὁμοίως Ἑβραίοις διέξεισιν λθʹ. Ὡς καὶ τὰ περὶ τῆς μετὰ θάνατον κρίσεως ὁμοίως Ἑβραίοις καὶ ὁ Πλάτων ἔσεσθαι πιστεύει
ΙΑ αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Ὁ μὲν δὴ τοῦ μετὰ χεῖρας προάγων τῆς Εὐαγγελικῆς Προπαρασκευῆς δέκατος ὢν τόμος οὐκ ἐμαῖς φωναῖς, ταῖς δ' ἔξωθεν συνίστη μαρτυρίαις τὸ μὴ ἀπεικὸς εἶναι τοὺς Ἕλληνας, μηδὲν οἴκοθεν σοφὸν ἐπενηνεγμένους, εἰ μὴ ὅτι μόνην τὴν ἐν λόγοις δεινότητά τε καὶ εὐγλωττίαν, τὰ πάντα δὲ παρὰ βαρβάρων ἐσκευωρημένους, μηδὲ τὰ Ἑβραίων ἀγνοῆσαι λόγια καὶ τούτων δὲ ἐν μέρει καθάψασθαι, ὅτι μηδὲ τῆς τῶν σφετέρων ἐν συγγράμμασι φιλοτιμίας καθαρὰς ἐφυλάξαντο κλοπῆς τὰς χεῖρας. κλέπτας