112
πόλιν, ἀλλὰ τὴν κοπρίαν αὐτῷ καὶ οἰκίαν καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνε. Καὶ σὺ τοίνυν, ἂν ἀφέληταί σοῦ τις χρήματα, καὶ γενναίως ἐνέγκῃς, τοῖς εἰς τοὺς πένητας πάντα δεδαπανηκόσι τὸν αὐτὸν λήψῃ μισθόν. Ὥσπερ γὰρ σπουδάζοντες, καὶ ἀπὸ τῶν λυπούντων κερδαίνομεν, οὕτω ῥᾳθυμοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀμείνους γινόμεθα. Εἰ γὰρ ὁ Ἰὼβ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηρῶν πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων, ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψεν; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας πάντα αὐτοῦ κινήσας τὰ ὄργανα, καὶ πάντα ἀφεὶς τὰ βέλη, καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακὰ, μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ 63.711 εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν, ἀλλὰ καὶ μᾶλλον ὠφέλησε· πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιᾶσθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι; Θαυμάζεις τοὺς τρεῖς παῖδας; καὶ γὰρ κἀγὼ, ὅτι κατετόλμησαν καμίνου, ὅτι κατεξανέστησαν τοῦ τυράννου, Τοῖς θεοῖς σου, λέγοντες, οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Ἀλλὰ μεγίστη τοῦτο παραμυθία ἦν αὐτοῖς τὸ σαφῶς εἰδέναι, ὅτι διὰ τὸν Θεὸν πάντα πάσχουσιν, ἅπερ ἂν πάθωσιν. Ὁ δὲ μακάριος ἐκεῖνος οὐκ ᾔδει ὅτι ἀγωνίσματα καὶ πάλη ἦν ἅπερ ἔπαθεν· εἰ γὰρ ᾔδει, οὐδ' ὅλως ἂν ᾔσθετο τῶν γινομένων. Ὅτε γοῦν ἤκουσεν, Ἄλλως με οἴει κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος; ἐννόησον πῶς εὐθέως ἀπὸ ψιλοῦ ῥήματος ἀνέπνευσε, πῶς ἑαυτὸν ἐξευτέλισε, πῶς οὐδὲ πεπονθέναι ἐνόμισεν ἅπερ ἔπαθεν, οὕτω λέγων· Τί ἔτι κρίνομαι νουθετούμενος ὑπὸ Κυρίου καὶ ἐλεγχόμενος, ἀκούων τοιαῦτα, οὐδὲν ὢν ἐγώ; Ζηλώσωμεν τοίνυν τὴν τοῦ ἁγίου τούτου εὐλάβειαν ἕκαστος, μαθόντες ὅσα ἀπὸ τῆς ὑπομονῆς βλαστάνει καλά. Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος ἀνὴρ, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι. Ἃ μὲν γὰρ ἐν πάσῃ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ' ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά; Ἀλλ' ὁ δεῖνα τοσαύτας ἐλεημοσύνας ποιῶν, φησὶ, πάντων ἐγυμνώθη· ἕτερος γενομένου τινὸς ἐμπρησμοῦ, πάντα ἀπώλεσεν· ἄλλοι ναυαγίοις περιέπεσον, καὶ εἰς πενίαν κατηνέχθησαν· ἕτεροι πάλιν ἀῤῥωστίᾳ καὶ νόσῳ, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπέλαυσαν βοηθείας. Καὶ τί τοῦτο; ἀναμνήσθητι τῶν τῷ Ἰὼβ συμβεβηκότων, καὶ εὐχαρίστησον τῷ ∆εσπότῃ, τῷ δυναμένῳ κωλῦσαι καὶ μὴ κωλύσαντι. Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ καὶ μυρίοις κινδύνοις; ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις ἑτέροις τοιούτοις πυκτεύοντος, καὶ ταῦτα μετὰ πολλὴν ἀρετήν· ἀναμνήσθητι τῶν ἀποστόλων, οἳ ἐν λιμῷ καὶ δίψῃ καὶ γυμνότητι διῆγον· τῶν προφητῶν, τῶν δικαίων· καὶ πάντας αὐτοὺς εὑρήσεις, οὐ τῶν πλουτούντων οὐδὲ τῶν τρυφώντων, ἀλλὰ τῶν πενομένων, τῶν θλιβομένων, τῶν στενοχωρουμένων. Ταῦτα παρ' ἑαυτῷ συλλέγων εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν· ἐπεὶ κἀκείνοις οὐχὶ μισῶν ἠφίει τοσαῦτα πάσχειν δεινὰ, ἀλλ' ἐπειδὴ σφόδρα ἐφίλει, λαμπροτέρους αὐτοὺς διὰ τῶν δεινῶν τούτων εἰργάζετο. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς μισθῶν καὶ ἀμοιβῶν ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοιβῆς ἀποστερῆσαί ποτε· ἀλλ' ἀνάγκη καιρὸν ἕτερόν τινα εἶναι μετὰ τὴν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐνταῦθα πόνων. Καὶ γὰρ πολλοὺς ἤκουσα λέγοντας· Ὁ δεῖνα μέτριος καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ' ἑτέρου