κλῆσιν. Τοιοῦ τόν τι καὶ ὁ προφήτης ∆αβὶδ εὑρίσκεται λέγων πρὸς Θεὸν περὶ αὐτῶν· "Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ." 72.793 Ὁρᾷς ὅπως τινὶ χαλινῷ περιτρέπει πρὸς ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἀγρίως ἀποσκιρτήσαντας; Ἀγα θὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας τοὺς ἀν θρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 9Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέ ρα ἑαυτοῦ, κ.τ.λ.9 (A f. 204, B f. 145) Οὐκοῦν λέγων τὸ, Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τοὺς καθ' αἷμα καὶ αὐτὴν τὴν ψυχὴν, οὐ τοὺς τῆς ἐμφύτου φιλοστορ γίας ἀτιμάζει νόμους, οὐδὲ τῆς φυσικῆς διαθέσεως, τῆς ὀφειλομένης γονεῦσι μὲν παρὰ τέκνων, γυναιξὶ δὲ παρὰ τῶν συνηρμοσμένων, ἀδελφοῖς δὲ πρὸς ἀδελ φοὺς, καταφρονητὰς εἶναι διδάσκει, ἐχθροὺς ποιησα μένους τοὺς οἰκειοτάτους, ἵνα συνῶμεν αὐτῷ καὶ ἀκολουθεῖν ἰσχύσωμεν· ὁ γὰρ κελεύων ἀγαπᾷν τοὺς ἐχθροὺς, πῶς ἂν ἠθέλησε μισεῖν τοὺς κατὰ φύσιν οἰκείους; Οὔτε οὖν ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦ σαι προστάττει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· συνεπάγεσθαι γὰρ τὸ οἰκεῖον θέλει εἰς τὴν αὐτοῦ Χριστοῦ φιλίαν, ἀλλὰ μὴ ἀφέλκεσθαι διὰ τοῦ οἰκείου τῆς θείας ἀγάπης· ἐπεὶ τό γε τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ. Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται· ἀλλὰ καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ· καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ' ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος. Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ' Ἐκκλησίας τύπῳ τῆς φοβουμένης Χριστόν· οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον. "Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται." Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφω νον, αἱρετέον· τὸ δὲ μὴ σύμφωνον, παραιτητέον. Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα· ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶ σαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ· καὶ Χριστὸν ἐφ' ἑκάτερα προὐτίθετο σκοπὸν, ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι. "Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος." 9Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ.τ.λ.9 (A f. 205, B f. 143) Ὁποία τις ἡ πρόφασις, ἡ πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον. Τὸ εὐαγγελικὸν δεῖπνον ἐν τοῖς προλα βοῦσιν ἔφη τελεῖσθαι μέγα, εἰς ὃ κέκληνται πολλοὶ παρὰ τοῦ προσθέντος αὐτοῖς τὴν πανήγυριν. Ἀλλ' ἦσαν πρὸς τοῦτο ῥᾴθυμοί τινες· παρῃτοῦντο γὰρ, φησὶν, ἀπὸ μιᾶς, λέγοντες, ὁ μὲν ὅτι Ἀγρὸν ἠγόρασα, 72.796 ὁ δὲ ὅτι Ζεύγη βοῶν ἐπριάμην, ὁ δὲ ὅτι Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ τοιαύταις τισὶν εὑρεσιλογίαις χρώμενοι, λελυπήκασι τὸν κεκληκότα. Ἔδει τοίνυν ἡμᾶς εἰδέναι καὶ μάλα σαφῶς, ὅτι Θεοῦ καλοῦντος εἰς ἑαυτὸν, τῶν εἰς σάρκα καὶ περὶ αὐτὴν ἐπιθυμιῶν καταφρονητὰς εἶναι προσήκει. Εἶτα δυσὶ κέχρηται παραδείγμασιν, ἀκονῶν εἰς ἄμαχον εὐαν δρίαν τοὺς ἑαυτοῦ γνωρίμους. Εἰ γὰρ δή τις βούλοιτο, φησὶν, οἰκοδομῆσαι πύργον, τὰ πρὸς ἀπαρτισμὸν ἑτοιμασάμενος πρότερον, οὕτως τῇ οἰκοδομῇ ἐπιβάλ λεται· [καὶ εἴ τις βασιλεὺς πορεύῃ συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, πρῶτον βουλεύεται] εἰ εὐσθενὴς ᾖ πρὸς ἀντίστασιν, ἢ μή· ἵν' ἢ θαῤῥήσῃ τὸν πόλε μον, ἢ τὴν εἰρήνην ἕλοιτο. Ταὐτὸ δὴ τοῦτο καὶ τοὺς πιστεύοντας ἀπαιτεῖ· δεῖ γὰρ τοὺς τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλομένους, τὴν ἀρκοῦσαν εἰς τοῦτο προθυμίαν ἐγκαταθέσθαι τῷ νῷ, μεμνῆσθαί τε τοῦ λέγοντος· "Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν