113
γὰρ αὐτοὺς οὐχ ὁ 11.πρεφ.2 παρ' ἡμῶν, ὡς ἔφην, λόγος, ὁ δ' ἐξ αὐτῶν παρεστήσατο. οὐ μὴν ἀλλὰ καὶ σφόδρα νέους ὁμοῦ τῇ φρονήσει καὶ τὴν ἡλικίαν αὐτούς, παρὰ πλεῖστον ὅσον τῆς Ἑβραϊκῆς λειπομένους ἀρχαιολογίας, ἐν ταὐτῷ διὰ τῆς τῶν χρό11.πρεφ.3 νων παραθέσεως ἔγνωμεν. ταῦτα μὲν οὖν ὁ πρὸ τούτου· ὁ δέ γε παρὼν ἐπείγεται λοιπὸν ἤδη, ὥσπερ τι χρέος, τὴν ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦναι καὶ τὴν ἔν τισιν, εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι πρὸς τὰ Ἑβραίων λόγια συμφωνίαν τῶν παρ' Ἕλλησι φιλοσόφων ἐκφᾶναι· ὧν τοὺς περιττοὺς παραιτησάμενος τὸν κορυφαῖον ἁπάντων ἀνακαλεῖται, μόνῳ χρῆναι δεῖν ἀντὶ πάντων ἡγούμενος γνώμονι χρήσασθαι τοῦ προβλήματος Πλάτωνι, ἐπεὶ καὶ οὗτος μόνος ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας 11.πρεφ.4 αὐτάρκης ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν. εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς διανοίας, καὶ τοῖς τὴν κατ' αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν μάρτυσι χρήσομαι, τὰς αὐτῶν ἐκθησόμενος φωνὰς 11.πρεφ.5 ἐπὶ συστάσει τοῦ προκειμένου. τετηρήσθω δέ μοι τὸ μὴ πάντ' ἐπὶ πάντ' ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρί, εἰ καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. ὃ δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν, οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν, δι' ἣν τὴν βάρβαρον φιλοσοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν προησμενικέναι.
11.1.1 βʹ. ΩΣ Η ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑ ΤΗΙ ΚΑΘ' ΕΒΡΑΙΟΥΣ ΕΝ ΤΟΙΣ ΑΝΑΓΚΑΙΟΤΑΤΟΙΣ ΕΠΗΚΟΛΟΥΘΗΣΕΝ
Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικόν, ἠθικόν, λογικόν, εἶτ' αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν, εὕροις ἂν καὶ παρ' Ἑβραίοις τὸ τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ 11.1.2 παρ' αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι πεφιλοσόφητο. πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ' οὕτως καὶ τὰ Ἑβραίων ἐπισκοπῆσαι. θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν Πλατωνικῶν φιλοσόφων ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται «Πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους τὰ Πλάτωνος ὑπισχνουμένους».
11.2.1 γʹ. ΑΤΤΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΤΡΙΜΕΡΟΥΣ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ
«Τριχῆ τοίνυν διαιρουμένης τῆς ἐντελοῦς φιλοσοφίας, εἴς τε τὸν ἠθικὸν καλούμενον τόπον καὶ τὸν φυσικὸν καὶ ἔτι τὸν λογικόν, καὶ τοῦ μὲν πρώτου κατασκευάζοντος ἡμῶν ἕκαστον καλὸν καὶ ἀγαθὸν καὶ τοὺς οἴκους ὅλους εἰς τὸ ἄριστον ἐπανορθοῦντος, ἤδη δὲ καὶ δῆμον σύμπαντα πολιτείᾳ τῇ διαφερούσῃ καὶ νόμοις τοῖς ἀκριβεστάτοις κοσμοῦντος, τοῦ δευτέρου δὲ πρὸς τὴν περὶ τῶν θείων γνῶσιν διήκοντος αὐτῶν τε τῶν πρώτων καὶ τῶν αἰτίων καὶ τῶν ἄλλων, ὅσα ἐκ τούτων γίνεται, ἃ δὴ περὶ φύσεως ἱστορίαν ὁ Πλάτων ὠνόμακεν, εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμ11.2.2 βανομένου· ὅτι μὲν Πλάτων πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἓν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλο11.2.3 σοφίαν, δῆλα παντὶ λεγόμενα. οὔτε γὰρ οἱ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις,