113
παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην εἰς δικαστήριον ἕλκεται· ἕτερος συκοφαντηθεὶς ἀδίκως ἀπέθανεν· ἄλλος κατεποντίσθη, φησὶν, ἕτερος 63.712 κατεκρημνίσθη· καὶ ὁ Θεὸς γενέσθαι ταῦτα συνεχώρησε. ∆ιὰ τί; ∆ιὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν θαυμάτων καὶ τῶν κατορθωμάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι· καὶ ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους αὐτοὺς εἶναι νομίσωσι· καὶ ἵνα ἡ τοῦ Θεοῦ φανῇ δύναμις διὰ τῶν ἐξασθενούντων, διὰ τῶν δεσμουμένων κρατοῦσα καὶ περιγινομένη καὶ τὸ κήρυγμα αὔξουσα· καὶ ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν οἰκείαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν· καὶ ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς, ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν· καὶ ἵνα μὴ, ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, Μίμησαι Παῦλον, ζήλωσον Πέτρον, νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν· καὶ ἵνα, ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν, μάθωμεν, τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐ τὸ ποιεῖν κακῶς τοῦτο ποιεῖ δυνατωτέρους, ἀλλὰ τὸ κακῶς πάσχοντας φέρειν, θέα μοι τὸν Ἰακὼβ πόσα παρὰ τοῦ Λάβαν ἠδίκηται. Τίς οὖν ἰσχυρότερος γέγονεν, ὁ λαβὼν αὐτὸν εἰς χεῖρας, καὶ μὴ τολμῶν ἅψασθαι, ἀλλὰ δεδοικὼς καὶ τρέμων· ἢ οὗτος ὁ χωρὶς ὅπλων καὶ στρατοπέδων, μυρίων αὐτῷ βασιλέων γενόμενος φοβερώτερος; οὐχ οὗτος; Καθάπερ γὰρ ὁ πῦρ πατῶν ἑαυτὸν κατακαίει, καὶ ὁ ἀδάμαντα παίων ἑαυτῷ ἐπηρεάζει, καὶ ὁ πρὸς κέντρα λακτίζων ἑαυτὸν αἱμάττει· οὕτως ὁ ἀδικεῖν μεμελετηκὼς ἑαυτὸν ἀδικεῖ, καὶ πηλοῦ παντὸς ἀσθενέστερος γίνεται. Ἐξέπεσέ ποτε καὶ ὁ μακάριος ∆αυῒδ τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκινδύνευε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν μεταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπεν· Τί ποτε τοῦτό ἐστι; συνεχώρησε τῷ παιδὶ κατεξαναστῆναι τοῦ γεγεννηκότος; καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτως τοῦτο γενέσθαι ἔδει· νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ' ἡμῶν, περιέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πατρικῷ· καὶ ὁ Θεὸς ταῦτα ἀνέχεται ὁρῶν; Ἀλλ' οὐδὲν τούτων εἶπεν. Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ καὶ πάντων ἐκπεπτωκότι Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο, μιαιφόνον ἀποκαλῶν καὶ ἀσεβῆ καὶ τὰ μυρία κακά· καὶ οὐδὲ οὕτως ἠγρίανεν, ἀλλὰ καὶ τοῦ στρατηγοῦ ἀξιοῦντος ἐπιτραπῆναι διαβῆναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν, ἀλλὰ καὶ ἐδυσχέρανε λέγων· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουΐα; ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου Κύριος, καὶ ἀνταποδώσει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ. Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνεται; Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν λοιδορηθέντες καὶ μυρία παθόντες δεινὰ, τοὺς ὀνειδίζοντας φέρωμεν γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν κατὰ πολὺ ἐπισπώμεθα. Ἠθέλησε καὶ ὁ Μωϋσῆς ἀδικουμένῳ βοηθῆσαί τινι, καὶ περὶ τῶν 63.713 ἐσχάτων ἐκινδύνευσε, καὶ τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς συνεχώρησεν, ἵνα σὺ μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες, ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτόμεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν ἐδόξαμεν ποιεῖν. Τοῦτο καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῶν χειρῶν σου· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦμεν. Καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τι ἐργάζεσθαι τῶν κατὰ Θεὸν,