ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον." Οἶς δὲ οὐκ ἔνεστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προτεθέντα αὐτοῖς ἀποπεράναι σκοπόν;(A f. 205) Τί τὸ ἐντεῦθεν ὑποδηλούμενον; "Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις." Ἔστι δέ τις καὶ ἑτέρων ἡμῖν πολεμίων ἑσμὸς, τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί νων νόμος τὰ πολύτροπα πάθη· πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς. Πῶς οὖν ἄρα περιεσόμεθα; Ὅταν πιστεύωμεν, ὅτι "ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς." Οὕτως αὐτὸς ἑαυτὸν διαθεὶς, ἔφη τις τῶν ἁγίων προφήτων· "Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;" Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· "Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;" καὶ τὰ λοιπά. Αὐτὸς γάρ ἐστιν ἡμῶν ἡ ἰσχύς. 9Καλὸν τὸ ἅλας.9 (A f. 206, E f.139 b) Ὥσπερ δὲ ἄνευ ἁλὸς, οὔτε ἄρτος, οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστο λικῆς συνέσεως καὶ διδασκαλίας, πᾶσα ψυχὴ μωρὰ καὶ ἄνοστος [διξ ἄνοσμος], καὶ οὐχ ἡδεῖα παρὰ Θεῷ. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσό μεθα μωροὶ καὶ ἀσύνετοι καὶ ἀχρεῖοι παντελῶς.
ΚΕΦΑΛ. ΙΕʹ.
Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.9 (A f. 206) "Πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, καθά φησιν αὐτὸς, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ." Εἶτα πῶς 72.797 ἔδει σωθῆναι τὸν κόσμον, τοῖς τῆς ἁμαρτίας ἁλόντα βρόχοις· Ἆρα δίκας ἀπαιτούμενον, ἢ μᾶλλον εὐερ γετούμενον, ἀνεξικακοῦντος Θεοῦ, καὶ οἷον λήθῃ παραδιδόντος τὰ παρῳχηκότα, καὶ εἰς ἁγίαν ζωὴν ἀναπλάττοντος τοὺς εὖ βιοῦν οὐκ εἰδότας; Τί οὖν, εἰπέ μοι, διαγογγύζεις, ὦ Φαρισαῖε, τελώναις καὶ ἁμαρτωλοῖς οὐκ ἀπαξιώσαντος συνεῖναι Χριστοῦ, καὶ ταύτην αὐτοῖς τῆς σωτηρίας ὁδὸν οἰκονομικῶς κατασκευάζοντος; Ταύτης ἕνεκα τῆς αἰτίας καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν ὁμοιώσει γέγονε τῇ πρὸς ἡμᾶς. Ἆρ' οὖν ἐπιπλήττεις τῇ μετὰ σαρκὸς οἰκονο μίᾳ τοῦ Μονογενοῦς; Καίτοι τεθαυμάκασιν οἱ μα κάριοι προφῆται τοῦ μυστηρίου τὸ εὐτεχνές. Ψάλλει γὰρ ὁ προφήτης ∆αβὶδ καί φησι· "Ψάλατε συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη." Ὁ δέ γε Ἀμβακοὺμ ἀκηκοέναι φησὶ τὴν ἀκοὴν, κατανοῆσαι δὲ καὶ τὰ ἔργα, καὶ εἰς ἔκστασιν ἐλθεῖν· πῶς οὖν ἃ θαυ μάζειν ἐχρῆν, ταῦτα καταψέγων οὐκ ἐρυθριᾷς; Πε πλάνηται τὸ ἐπὶ γῆς γένος, ἀπώλισθε τῆς χειρὸς τοῦ ἀρχιποίμενος· γέγονε διὰ τοῦτο καθ' ἡμᾶς, ὁ τὰς ἄνω καὶ ἐν οὐρανῷ ποιμαίνων ἀγέλας, ἵνα καὶ ἡμᾶς τοῖς ἰδίοις ἐναυλίσῃ σηκοῖς· ἵνα συνάψῃ τοῖς μὴ πε πλανημένοις, καὶ ἀποσοβήσῃ τὸν θῆρα τὸν ἀλιτήριον, ἀποστήσῃ δὲ καὶ ὥσπερ τι λῃστρικὸν καὶ ἀνόσιον στί φος τοὺς ἀκαθάρτους δαίμονας, οἳ πεπλανήκασι τὴν ὑπ' οὐρανόν· ἐζήτησε τοίνυν τὸ ἀπολωλὸς, καὶ τὰς τῶν Ἰουδαίων ἐπ' αὐτῷ δὴ τούτῳ φιλοψογίας εἰ καίας καὶ κενὰς ἀπέδειξεν. 9Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, κ.τ.λ.9 (A f. 207) Ἀλλά μοι σύνες ἐνταῦθα ἀγαπητὲ, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τὸ πλάτος, καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας τὸ εὐτεχνές. Ἑκατὸν μὲν γὰρ εἶναί φησι τὰ πρόβατα, εἰς πληθὺν ἀναφέρων τὴν ἀρτίως ἔχουσαν καὶ τελειοτάτην, τῶν ὑποζευγμένων αὐτῷ λογικῶν τὸν ἀριθμόν· ἀεὶ γάρ πώς ἐστι τέλειος ὁ ἑκατὸν ἀριθμὸς, ἐκ δέκα δεκάδων συγκείμενος· μεμαθήκαμεν δὲ καὶ ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὅτι χίλιαι χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι