114
ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἱ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες· Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ 11.2.4 τῶν λόγων μάλιστα σπουδάσαν. τούτοις δὲ ἐπιγενόμενος Πλάτων, ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκών, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν' ὁλόκληρος ὀφθῇ ἡ δι' αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχ 11.2.5 θείς. ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ φυσιολογοῦντι καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ, φέρε καθ' ἕκαστον ἐπισκεψώμεθα.» 11.2.6 Ταῦτα μὲν ὁ Ἀττικός· ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ Περιπατητικὸς Ἀριστοκλῆς, ἐν ἑβδόμῳ συγγράμματι ὧν Περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα·
11.3.1 δʹ. ΑΡΙΣΤΟΚΛΕΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΦΙΛΟΣΟΦΙΑΣ
«Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. οἱ μὲν γὰρ ἀπὸ Θάλεω φυσιολογοῦντες διετέλεσαν, οἱ δὲ περὶ Πυθαγόραν ἐπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ' ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν 11.3.2 ἐπόρισάν γέ τινα βοήθειαν. οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν, πρῶτος ἐπιχειρήσας ὁρίζε11.3.3 σθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. ἄλλοι δ' ἀποτεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας, ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ 11.3.4 δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ' αὖ πάλιν ἡδονάς. καὶ οἱ 11.3.5 μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. ἔτι δ' οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο, τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ' αὖ 11.3.6 τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπείων ἐπιστήμη, πρῶτος διεῖλε καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, 11.3.7 τὴν δὲ περὶ τῶν ἀνθρωπείων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους. ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπεια κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον καὶ τἀγαθὸν διττόν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντός, κυριώτερον δὲ τὸ τοῦ παν11.3.8 τός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι. φησὶ δ' Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπείου βίου, καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπεια κατιδεῖν ἀγνοοῦντά γε τὰ θεῖα. 11.3.9 τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. διεῖλε δ' οὖν ὁ Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικήν, ἔτι δὲ τὴν λογικήν.»