115
11.3.10 Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας καιρὸς καὶ τὴν Ἑβραίων ἐπισκέψασθαι, μακρῷ πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πεφιλοσοφηκότων τρόπον. εὕροις δ' οὖν καὶ παρ' αὐτοῖς τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λογικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας τὸν τρόπον·
11.4.1 εʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΗΘΙΚΩΝ ∆ΟΓΜΑΤΩΝ Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτίμως ἐσπουδασμένα παρ' αὐτοῖς ἔργοις πολὺ πρότερον τῶν λόγων μάθοις ἂν τὰ κατὰ τοὺς ἄνδρας διασκοπούμενος, ἐπεὶ καὶ τέλος ἀγαθῶν τοῦ τε μακαρίως ζῆν ὕστατον ὅρον τὴν εὐσέβειαν τήν τε διὰ τῆς τῶν ἠθῶν κατορθώσεως πρὸς τὸν θεὸν φιλίαν ἡγήσαντό τε καὶ μετεδίωξαν, ἀλλ' οὐ σωμάτων ἡδονὴν κατ' Ἐπίκουρον οὐδ' αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν κατ' Ἀριστοτέλην, τὰ περὶ 11.4.2 σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ τοῖς τῆς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα, οὐ μὴν οὐδὲ τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν, ἀλλ' οὐδ' αὖ τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀνθρώποις αὕτη καὶ τί καθ' ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον συντείνοι ἂν βίον; δι' ὃν τὰ πάντα τῆς εἰς τὸν θεὸν ἐλπίδος, πείσματος ὥσπερ ἀρραγοῦς, 11.4.3 ἐξάψαντες, τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον· ὅτι δὴ ὁ πάντων ἀγαθῶν ταμίας θεός, ζωῆς ὢν πάροχος καὶ αὐτῆς ἀρετῆς πηγὴ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἁπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ τῆς παναληθοῦς εὐσεβείας 11.4.4 στειλαμένῳ αὐτάρκης. ἔνθεν ὁ πάνσοφος Μωσῆς πρῶτος ἁπάντων ἀνθρώπων γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοφιλῶν Ἑβραίων βίον, τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν δι' ὑφηγήσεως ἱστορικῆς ὑποτέθειται τρόπον. ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπο11.4.5 γράψας. εἶθ' οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼν τῷ λόγῳ καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης εἰς τὸν τῆς ἐκείνων ἀρετῆς τε καὶ θεοσεβείας ζῆλον τοὺς φοιτητὰς παρορμήσας, οὐ μὴν ἀλλὰ καὶ αὐτὸς αὐθέντης νόμων εὐσεβῶν τῶν πρὸς αὐτοῦ τεθέντων ἀποφανθείς, κατὰ πάντα δῆλος ἂν εἴη τοῦ φιλοθέου τρόπου διὰ τῆς τῶν ἠθῶν ἐπιμελείας πρόνοιαν πεποιημένος, ὥσπερ οὖν καὶ τοῦτο προλαβὼν ὁ λόγος ἐν τοῖς 11.4.6 πρόσθεν φανερὸν κατεστήσατο. μακρὸν δ' ἂν εἴη καὶ τοὺς ἑξῆς μετὰ Μωσέα προφήτας τούς τε τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτικοὺς δὲ κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. τί δ' εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς παραφέροιμι διδασκαλίας, αἷς καὶ οἰκείων λόγων ἀνέθηκε σύγγραμμα, Παροιμίας ἐπονομάσας, ἐπιτόμους 11.4.7 γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν μιᾷ; καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτη πη παῖδες Ἑβραίων ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας.
11.5.1 ςʹ. ΠΕΡΙ ΤΗΣ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΛΟΓΙΚΗΣ ΠΡΑΓΜΑΤΕΙΑΣ Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σοφισμάτων καὶ λογισμοῖς πρὸς ἀπάτην τετεχνασμένοις δεῖν ᾤοντο μετιέναι, καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ' αὐτοῖς θεόσοφοι εὕραντό τε καὶ 11.5.2 ἐφωτίσθησαν. ἐφ' ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα