115
καὶ ἐπιθέντες πληγὰς πολλὰς ἔβαλον εἰς φυλακήν. Πόσον καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης εἰδέναι, ὅτι διὰ Χριστὸν ἐδέθη; Ἀλλ' ὅρα τὸ θαυμαστόν· Καὶ ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ μεγάλῃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον; οὐκ εἶπεν ὅτι ∆ι' ἡμᾶς ταῦτα γέγονεν, ἀλλ' ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος· ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος· Κατὰ σαυτοῦ τοῦτο πεποίηκας. φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν αὐτὸς, ἢ ἐκεῖνον περιιδεῖν ἀπολλύμενον. Τίνα οὐκ ἂν ἐκπλήξειεν ἡ τῶν περικειμένων αὐτῷ δεσμῶν δύναμις; ὅτι τοὺς δήσαντας εἰς τοὺς πόδας ἦγε τοῦ δεδεμένου, καὶ ὑποχειρίους ἐκείνους τούτου ἐποίει· Προσέπεσε γὰρ, φησὶν, ὁ δεσμοφύλαξ τῷ Παύλῳ· καὶ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἀπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβεν ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλεν ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι; ὁ ψυχὰς δεδεμένας λύων, τὸ σῶμα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; ∆ιὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι πολλῷ τῶν λελυ 63.715 μένων μείζονα ἔχουσι τὴν ἰσχύν. Οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ. Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος, τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν φυλακὴν ἐμβαλεῖν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν; Ἀλλ' ἀκούσωμεν αὐτοῦ τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον, τὸ διὰ Χριστὸν δεδέσθαι· οὐδὲν γὰρ οὕτω λαμπρὸν ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις. Τοῦτο τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότερον καὶ σεμνότερον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ ∆εσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν· ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Τάχα γὰρ καὶ τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ τοῦτο λαμπρότερον, καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς χεῖρας ὁ Παῦλος ἐδέδετο, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τίς με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω, ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ' ἐκείνων ἐποίει τῶν δυνάμεων, τῶν περὶ τὸν θρόνον, ἣ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν μᾶλλον εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ τὸν Χριστόν, Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις, ἐν οἷς ἐκεῖνα τὰ δεσμὰ μένει, καὶ ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι.