σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς." Οὐκοῦν ἐν φωτὶ σέσω σται τὸ ἀπολωλὸς, καὶ γέγονε ταῖς ἄνω δυνάμεσι θυμηδία τὸ χρῆμα· χαίρουσι γὰρ καὶ αὐταὶ καὶ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ πάντα εἰδώς. Εἰ δὲ ἐφ' ἑνὶ τῶν σωζομένων ἑορτάζουσι, τὸν θεῖόν που πάντων ἰχνηλατοῦντες σκοπὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὴν τοῦ σώ ζοντος ἡμερότητα κατακρατεῖν εἰθισμένοι, ὁποίας ἄν τις αὐτοὺς εὐφροσύνης ἀναπίμπλασθαι φαίη ἂν, ὅλης ἀνασεσωσμένης τῆς ὑπ' οὐρανὸν, καὶ διὰ τῆς ἐν Χριστῷ πίστεως κεκλημένης εἰς ἐπίγνωσιν ἀληθείας; 9Ἄνθρωπός τις εἶχε δύο υἱούς.9 (Ε f. 227) Ἤτησεν ἄσωτος τὸ ἐπιβάλλον· ἔλα βεν, ἀπεδήμησεν, ἐδαπάνησεν· εἶτα ἐν ἐνδείᾳ γέγονε παντὸς ἀγαθοῦ, καὶ τῶν θεοσδότων χαρισμάτων ἐν σπάνει, καὶ οἷον λιμῷ κατεφθείρετο, τὸν ἄρτον οὐκ ἔχων τὸν ἐξ οὐρανοῦ· "Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσε ται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." Ἐφαρμόσειε δ' ἄν τις τὴν πα ραβολὴν καὶ τοῖς ἐξ ἐθνῶν. Ἔφη γὰρ, ἀνθρώπῳ τινὶ δύο μὲν υἱοὺς γενέσθαι· εἶναι δὲ ἕνα μὲν αὐτῶν ἐπιεικῆ, τὸν δὲ ἕτερον ἄσωτον, ὃς δὴ καὶ κατεδηδο κὼς τὸ ἐκνεμηθὲν αὐτῷ τῆς οὐσίας μέρος, εἶτα λιμῷ πιεσθεὶς, τοῖς κερατίοις προσέβαλεν ἅπερ ἤσθιον οἱ χοῖροι. Τοιοῦτόν τι πεπονθότας τοὺς ἀποπεπλανημέ νους εὑρήσομεν. Ἐν ἴσῳ μὲν γὰρ ἅπασι δέδωκεν ὁ ∆ημιουργὸς, ὥσπερ τινὰ κλῆρον, τὴν τῆς φύσεως ἐπι τηδειότητα πρὸς τὸ ἀγαθόν· ἀλλ' οἱ μὲν διέσωσαν τὸ δοθὲν, τοῖς θείοις ἀκολουθήσαντες νόμοις, καὶ φυσι καῖς ἐννοίαις χειραγωγούμενοι πρὸς πᾶν ὁτιοῦν τῶν οὐκ ἐκτόπων· οἱ δὲ ἠμοιρηκότες εἰς ἅπαν τῆς ἄνωθεν ἡμερότητος καὶ φειδοῦς καὶ ἀγάπης, ἐν σπάνει γε γόνασι τῶν τῆς ἀρίστης ζωῆς αὐχημάτων, καὶ τροφὴν ἐσχήκασι τὰς Ἑλλήνων ψευδομυθίας, ἐν τάξει κερα τίων νοουμένας, οἷς ἔνεστι μὲν βραχὺ τὸ γλυκὺ, ἀτροφία δὲ πολλὴ καὶ ξηρότης· καί γε κατέβοσκεν αὐτοὺς ὁ Σατανᾶς ταῖς Ἑλλήνων ψευδηγορίαις, καὶ ταῖς τῶν παρ' αὐτοῖς λογάδων ἀνοήτοις εὐστομίαις· μῦθοι γὰρ καὶ ἕτερον οὐδὲν καὶ γραοπρεπῆ τερετί σματα τὰ παρ' ἐκείνοις εἰσὶ δικαιώματα. Καὶ ἔστιν ἡ τοῦ κόσμου σοφία διὰ τὸ τῆς λέξεως εὔηχες χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Οὐκοῦν ἐτρέφοντο μὲν πάλαι τοῖς Ἑλληνικοῖς συγγράμμασιν, οὐδεμίαν ὄνη σιν εἰς κατόρθωσιν τῆς ἀρετῆς ἐργάσασθαι δυναμέ νοις. Ἐπειδὴ δὲ ἐξεζήτησαν τὸν Θεὸν, καὶ ἀπὸ τῆς μακρᾶς πλάνης ἐπανῆλθον, ὡς νεκροὶ μὲν ἀνέζησαν, ὡς δὲ ἀπολωλότες εὑρέθησαν. Τῶν μὲν γὰρ ἔτι πλα νωμένων, καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότων, νεκρός τέ ἐστι καὶ οἱονεὶ ἀπεψυγμένος ὁ νοῦς, καὶ νεκρῶν ἔργων ἐπιμελητής· ταῦτα δέ ἐστι τὰ θελήματα τῆς σαρκός· 72.804 τῶν γε μὴν ἐπιστρεψάντων πρὸς Θεὸν, καὶ ἐπεγνω κότων τὴν ἀλήθειαν, οὐκ ἔστι νεκρὸς ὁ νοῦς· τὴν παρὰ Χριστοῦ δὲ ζωοποίησιν πεπλουτηκὼς, ζῇ μᾶλ λον, καὶ τῶν εἰς ζωὴν σπουδασμάτων ποιεῖται φρον τίδα· καὶ νεκρῶν μὲν ἔργων ἀποφοιτᾷ, ἐπιθυμεῖ δὲ τῆς εἰς αἰῶνα ζωῆς, τῆς ἔν γε, φημὶ, τῷ αἰῶνι τῷ μέλλοντι δοθησομένης παρὰ Χριστοῦ τοῖς πιστεύσα σιν εἰς αὐτόν. (A f. 208, Ε f. 218 b) ∆οκεῖ μέν τισι διὰ τῆς τῶν υἱῶν δυάδος, τοὺς ἁγίους ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον, ἅτε δὲ καὶ ζῶντος ἐπιεικῶς, τὸ τῶν ἁγίων ἀγγέλων τάγμα δηλοῦν· τὸ δέ γε τοῦ νεωτέρου τε καὶ ἀσώτου, τὸ γένος τὸ ἀνθρώπινον. Εἰσὶ δὲ τῶν ἐν ἡμῖν τινες, οἳ δὴ καὶ ἑτέραν ἰόντες τρίβον, διὰ μὲν τοῦ πρεσβυτέρου καὶ εὖ βεβιωκότος υἱοῦ, καταδηλοῦσθαί φασι τὸν κατὰ σάρκα Ἰσραὴλ, διὰ δέ γε τοῦ ἑτέρου, ὃς καὶ ζῇν εἴλετο φιληδόνως, καὶ ἀπεφοίτησε τοῦ πατρὸς, τὴν τῶν ἐθνῶν γράφε σθαι πληθύν. Ἀπόψηφος δὲ ταῖς περὶ τούτων δό ξαις εἰμὶ μὲν ἐγώ· δοκιμαζέτω δὲ τὸ ἀληθὲς ὁ φιλο μαθής. Ὅταν μὲν γὰρ εἰς τὸ τῶν ἀγγέλων πρόσωπον ἀναγάγωμεν τὸν γνήσιον υἱὸν, οὐχ εὑρήσομεν αὐτὸν τὰς τοῖς ἁγίοις ἀγγέλοις πρεπούσας εἰπόντα φωνὰς, οὔτε μὴν οὕτω