1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

116

μαθήματα παιδευομένους, λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας ἱστοριῶν τε σεμνῶν διηγήματα ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις καὶ ἔτι προβλήματα καὶ αἰνίγματα καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφραδοῦς ἀπαγγελίας ἐξέτι νηπίας αὐτοῖς παρε11.5.3 δίδοσαν ἡλικίας. ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς οὕτω δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ' αὐτοῖς γραφῶν ὀνομάζειν, οἳ τὰ δι' αἰνιγμῶν ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πᾶσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπιτηδείοις δι' ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον. 11.5.4 ταύτη τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροιμιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας δι' ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα «γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ,» φησίν, «ἀκάκοις πανουργίαν παιδί τε νέῳ αἴσθησιν καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε 11.5.5 σοφῶν καὶ αἰνίγματα.» καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμμα τος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ' ἐν μέρει τῶν λεχθέντων προτάσεις καὶ τούτων τὰς ἐπιλύσεις τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ' αὐτοῖς προφητικῶν γραφῶν φερομένην, ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖ11.5.6 ρας λαβὼν εἴσεται. εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἄν, οἷα παρὰ βαρβάροις, ἄνδρας λογικωτάτους οὐδὲν 11.5.7 σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ. εἶεν δ' ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μωσέως ᾠδὴ καὶ τοῦ ∆αβὶδ ὁ ριηʹ Ψαλμός, τῷ καλουμένῳ παρ' Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι' ἑκκαίδεκα συλλαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ' αὐτοῖς στιχήρη δι' ἐπῶν λέγεται τριμέτρων τε καὶ 11.5.8 τετραμέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν. καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ' ἔστι παραβαλεῖν ἀνθρώποις· θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι' αὐτῶν ἐκπεφωνημένα, θεσπίσματα καὶ προρρήσεις μαθήματά τε εὐσεβῆ 11.5.9 καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα, περιειλήφασι. τεκμήρια δ' ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη καὶ κατ' αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον·

11.6.1 ζʹ. ΠΕΡΙ ΤΗΣ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΤΩΝ ΟΝΟΜΑΤΩΝ ΟΡΘΟΤΗΤΟΣ

Πρώτου Μωσέως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ' αὐτῷ πάντων τὰς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος φύσει τε, ἀλλ' οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς καὶ παρὰ τοῖσδε φήσας τόνδε σῴζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος, ἐπεὶ μηδὲ 11.6.2 παρ' ἑτέροις βαρβάροις ῥᾴδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν. λέγει δ' οὖν ἐν Κρατύλῳ· «Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς