1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

116

Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι, ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον, ἔνθα ὁ Παῦλος ἐδέδετο. Ὢ μακαρίων δεσμῶν! ὢ μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη ἡ περιτεθεῖσα τῷ Παύλῳ! Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες αὐτοῦ, τὸν χωλὸν τὸν ἐν Λύστροις ἐγείρουσαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἤμην ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι 63.716 ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· καὶ γὰρ ταῦτα ἐκείνων κατὰ πολὺ μείζονα. Αἱρετώτερον γὰρ ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο καὶ Παῦλος ἐνθυμούμενος ἔλεγεν ὡς εἰκός· Εἰ αὐτὸς δι' ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἐν δόξῃ εἶναι ἡγεῖτο, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐτοῦ λέγοντος· ∆όξασόν με, Πάτερ. Τί λέγεις; ἐπὶ τὸν σταυρὸν ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασθαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν· ὑπὲρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ εἰκότως αὐτὰ δόξαν ἡγοῦμαι. Εἰ οὖν ὁ ∆εσπότης ὁ ἐμὸς τοὺς οἰκτροὺς καὶ ταλαιπώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ τοῦτο τῆς ἐν τῷ πατρικῷ θρόνῳ δόξης μᾶλλον προτίθησι, πολλῷ μᾶλλον ὀφείλω ἐγὼ ταῦτα ἡγεῖσθαι. Ἐκπλήττονται τὸν Ἰὼβ ἅπαντες ἄνθρωποι διὰ τὴν ὑπομονὴν αὐτοῦ, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην· ἀλλὰ τὴν Παύλου ὑπομονὴν ποία ἂν ἀδαμαντίνη ψυχὴ δύναιτ' ἂν ἐπιδείξασθαι; Οὐδὲ γὰρ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλά· οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, καὶ οὐδὲ παρὰ φίλων τριῶν ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων τῶν ἀπιστούντων ὀνειδιζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, καὶ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, καὶ νῦν μὲν μάστιξι, νῦν δὲ λίθοις τὸ σῶμα κατατεινόμενος, καὶ λιμῷ διηνεκεῖ καὶ κρυμῷ τηκόμενος. Ἀλλ' ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη; οὐδὲ ἡμεῖς ἀντεροῦμεν, ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑρήσομεν, ὅσῳ ψυχῆς σῶμα ἀφέστηκεν. Ἃ γὰρ ἐκεῖνος πρὸς τοὺς τὴν σάρκα πεπηρωμένους ἐποίει, ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἐπεδείκνυτο· καὶ ὁ μὲν προβάτων αὐτῷ καὶ βοῶν ὄντων ἀπείρων, ταῦτα ἔπραττεν· οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τούτους ζηλώσωμεν, τούτους μιμησώμεθα ἅπαντες, ἵνα καὶ τῶν ὁμοίων αὐτοῖς ἐπαίνων καὶ μισθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΚΓʹ. Περὶ ἐλεημοσύνης καὶ φιλοξενίας.

Ὁ τῆς ἐλεημοσύνης λόγος, ἀγαπητοὶ, οὐ πρὸς τοὺς πλουσίους ἁρμόζει μόνον,

ἀλλὰ καὶ πρὸς τοὺς πένητας· κἂν ᾖ τις ἐκ τοῦ προσαιτεῖν τρεφόμενος, καὶ πρὸς αὐτόν ἐστιν ὁ λόγος οὗτος· οὐ γάρ ἐστιν οὕτως οὐδεὶς πένης, κἂν σφόδρα πένης ᾖ, ὡς δύο λεπτῶν μόνον μὴ εὐπορεῖν. Ἔνεστιν οὖν καὶ ἐξ ὀλίγων ὀλίγα δόντα τοὺς πολλὰ κεκτημένους ὑπερβαλέσθαι πλείονα διδόντας· καθάπερ κἀκείνη ἡ χήρα. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ δυνάμει καὶ τῇ προαιρέσει τῶν διδόντων κρίνεται τῆς ἐλεημοσύνης τὸ μέγεθος. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι 63.716 δύο