διακείμενον καθάπερ ἐκεῖνοι περὶ τοὺς ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν εἰς μετάνοιαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος χαρὰν εἶναί φησιν ἐν οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων, ἐφ' ἑνὶ ἀνθρώπῳ ἁμαρτωλῷ μετανοοῦντι· ὅ γε μὴν ἐν τῇ προκειμένῃ παραβολῇ γραφόμενος υἱὸς ὡς εὐπαρά δεκτος τῷ πατρὶ, καὶ ἀδιάβλητον ἐσχηκὼς τὸν βίον, ὀργισθῆναι λέγεται, καὶ ἀφιλαλλήλου γνώμης εἰς τοῦτο ἐλθεῖν, ὥστε καὶ ἐγκαλέσαι τῷ πατρὶ τὴν ἐπὶ τῷ σεσωσμένῳ φιλοστοργίαν· οὐ γὰρ ἠθέλησε, φησὶν, εἰς τὴν ἑστίαν εἰσελθεῖν, ἀσχάλλων ὅτι καὶ εἰσεδέχθη μετανοῶν ὁ ἀνανήψας μόλις, τέθυται δὲ καὶ ὁ μόσχος ὑπὲρ αὐτοῦ, καὶ ὅτι τετέλεκεν ἐπ' αὐτῷ πανήγυριν ὁ πατήρ. Μάχεται δὲ τοῦτο, ὡς ἔφην, τῷ σκοπῷ τῶν ἁγίων ἀγγέλων· χαίρουσι γὰρ καὶ δοξολογοῦσι Θεὸν, σωζομένους ὁρῶντες τοὺς ἐπὶ τῆς γῆς· καὶ γοῦν, ὅτε τὴν ἐν Βηθλεὲμ ἀπότεξιν κατὰ σάρκα ἐκ γυναικὸς ὑπέμεινεν ὁ Υἱὸς, τοῖς μὲν ποιμέσιν εὐηγγελίζοντο λέ γοντες· "Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζό μεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει ∆αβίδ." Ὑμνῳδίαις δὲ καὶ δοξολογίαις στεφανοῦντες τὸν γεγεννημένον, ἔφασκον· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν θρώποις εὐδοκία." Εἰ δὲ δή τις λέγοι, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαί νεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ, ἀφίστησι πάλιν ἡμᾶς τοῦ χρῆναι συναινεῖν τῇ τοιᾷδε δόξῃ, τὸ κατ' οὐδένα τρόπον ἁρμόσαι τῷ Ἰσραὴλ τὸ ἀκαταψέ κτως ἑλέσθαι βιοῦν· διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς διαβεβλημένους ἔστιν ἰδεῖν· ὡς γὰρ ἀποστάτας καὶ ἀπειθεῖς, εἴρηται γοῦν πρὸς 72.805 αὐτοὺς διὰ φωνῆς Ἱερεμίου· "Τί εὕροσαν οἱ πα τέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν μα ταίων, καὶ ἐματαιώθησαν;" Συνῳδὰ δὲ τούτοις καὶ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν ἔφη που Θεός· "Ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν· ἡ δὲ καρδία αὐ τοῦ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας [καὶ] ἐντάλματα ἀνθρώπων." Εἶτα πῶς τούτοις οὕτω καταγνωσμένοις περιθείη τις ἂν τὰς ἐν τῇ παραβολῇ φωνὰς, ὡς παρὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ προενηνεγμένας; Ἔφη γὰρ, ὅτι "Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντο λήν σου παρῆλθον." Ἀλλ' οὐκ ἂν ἐσχήκασι διαβε βλημένην τὴν ζωὴν, εἰ μὴ τὰς θείας παρατρέχοντες ἐντολὰς πρὸς ἐξίτηλον ἐτράποντο. Ἄλλως τε, χρῆναι γὰρ οἶμαι κἀκεῖνο εἰπεῖν, βού λονταί τινες εἰς τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον ἀναφέρειν τὸν μόσχον τὸν σιτευτὸν, ὃν τέθυκεν ὁ πα τὴρ, κεκλιμένου πρὸς ἐπιστροφὴν τοῦ υἱοῦ. Εἶτα πῶς ὁ γνήσιος υἱὸς, ὁ σοφὸς καὶ ἐπιστήμων καὶ γεγονὼς εὐπάρεδρος, ὃν δὴ καὶ εἰς πρόσωπον τῶν ἁγίων ἀγ γέλων εἰσκομίζουσί τινες, ὀργῆς καὶ λύπης ἐποιεῖτο πρόφασιν τὸ σφαγῆναι τὸν μόσχον; Οὐ γάρ τι λε λυπημένας κατίδοι τις ἂν τὰς ἄνω δυνάμεις τὸν κατὰ σάρκα θάνατον ὑπομείναντος τοῦ Χριστοῦ, καὶ οἷον σφαγέντος ὑπὲρ ἡμῶν· ἔχαιρον γὰρ μᾶλλον, ὡς ἔφην, αἵματι τῷ ἁγίῳ σωζομένην ὁρῶντες τὴν ὑπ' οὐρανόν· ἀνθ' ὅτου δὴ οὖν καί φησιν ὁ γνήσιος υἱὸς τὸ, "Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον." Τίνος γὰρ τῶν ἀγαθῶν ἐνδεῖ τοῖς ἁγίοις ἀγγέλοις; καίτοι πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὴν χορηγίαν ἐκνενέμηκεν αὐτοῖς ὁ τῶν ὅλων ∆εσπότης. Ἢ καὶ ποίας ἂν ἐδεή θησαν θυσίας ἔν γε τοῖς καθ' ἑαυτούς; Οὐ γάρ που καὶ ὑπὲρ αὐτῶν ἔδει παθεῖν τὸν Ἐμμανουήλ. Εἰ δὲ δή τις οἴοιτο, καθάπερ ἤδη προεῖπον, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς γεγονότος υἱοῦ, πῶς ἀληθεύσει λέγων, ὅτι "Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον;" Εἴτε γὰρ μόσχος εἴτε ἔριφος ὑπὲρ ἁμαρτίας θῦμα νοοῖτο Χριστὸς, ἀλλ' οὐχ ὑπέρ γε μόνων τέθυται τῶν ἐθνῶν, ἀλλ' ἵνα καὶ αὐ τὸν ἐξελεῖται τὸν Ἰσραὴλ, ἐπὶ τῇ τοῦ νόμου παραβά σει πολλὴν ὑπομείναντα τὴν κατάῤῥησιν. Καὶ μαρ τυρήσει γράφων ὁ σοφώτατος Παῦλος· "∆ιὸ καὶ ὁ Υἱὸς, ἵνα ἁγιάσῃ