117
μόριον ἐπιφθεγγόμενοι, ἀλλ' ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι.» 11.6.3 Καὶ προϊὼν ἑξῆς φησιν· «Οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι.» 11.6.4 Εἶθ' ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει· «Τέκτονος μὲν ἄρα ἔργον ἐστὶ τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον. Φαίνεται. 11.6.5 Νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὄνομα τεθήσεσθαι. Ἔστι ταῦτα. Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.» 11.6.6 Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὖθις ἀναφέρει τὴν μνήμην κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρρήδην ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν· 11.6.7 «Ἐννοῶ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα, ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι. Τί οὖν δή; Εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ' ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν. Εἰκότως.» 11.6.8 Ταῦτα ὁ Πλάτων. φθάνει γε μὴν αὐτὸν ὁ Μωσῆς, ὃς οἷα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς ἐπάκουσον τί φησί· «Καὶ ἔπλασεν ὁ θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν 11.6.9 ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ.» διὰ γὰρ τοῦ φάναι «τοῦτο ἦν ὄνομα αὐτοῦ» τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι εἶναί τε καὶ προϋπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων τοῦτο ὄνομα, ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας 11.6.10 δυνάμει κρείττονι τέθειται. καὶ αὐτὸ δὲ τὸ Ἀδάμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ' ἂν ἐπώνυμον, ὅτι δὴ παρ' Ἑβραίοις Ἀδὰμ ἡ γῆ καλεῖται, παρ' ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως 11.6.11 Ἀδὰμ ὑπὸ Μωσέως ἀνείρηται. ἔχοι δ' ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν, ἀλλὰ τὸν μὲν γεώδη καὶ γήινον καὶ γηγενῆ ἢ τὸν σωματικὸν καὶ 11.6.12 σάρκινον ἄνθρωπον τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι. καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἄνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸ ἐν ἡμῖν λογικόν, ἕτερον ὄντα τὴν φύσιν τοῦ γεώδους Ἀδάμ. διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων 11.6.13 τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ. τοιοῦτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. τὸ μὲν γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν δι' ἄκραν ἀρετὴν θεωρίας περιείληφε. τὸ δ' ἐν σαρξὶ πεπιλημένον ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ παρ' Ἑβραίοις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ 11.6.14 δηλοῖ τὸν ἐπιλήσμονα. κεῖται γοῦν παρά τινι προφήτῃ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» ἀνθ' οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε σαφέστερον· Τί