1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

117

κατέβαλεν ὀβολοὺς ἡ χήρα, ἀλλ' ὅτι μόνους ἔχουσα τούτους οὐκ ἐφείσατο, ἀλλ' ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκεν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ. Ὥσπερ γὰρ ταύτης παρούσης, οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας· οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας. ∆ιὰ γὰρ τοῦτο οἱ πλουτοῦντες τῶν πενήτων μᾶλλον κολασθήσονται κακοὶ ὄντες, ὅτι μηδὲ ἐν εὐθηνίᾳ γεγόνασιν ἥμεροι. Μὴ γάρ μοι λέγε, ὅτι ἔδωκαν ἐλεημοσύνην· εἰ γὰρ μὴ κατ' ἀξίαν ἔδωκαν τῆς οὐσίας, οὐδ' οὕτω τὴν κόλασιν διαφεύξονται. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων ἡ ἐλεημοσύνη κρίνεται, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης. Καὶ ἔστι δυνα 63.717 τὸν, φησὶ, πλούσιον σωθῆναι; Καὶ πάνυ. Ὁ Ἀβραὰμ πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; βλέπε αὐτοῦ καὶ τὴν φιλοξενίαν· Κατὰ δὲ τὸ μεσημβρινὸν ὤφθη αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένῳ, καὶ τρεῖς ἄνδρες. Καὶ ἀναστάς (οὐ γὰρ ἐνόμιζεν ὅτι Θεὸς ἦν ὁ παρών· πῶς γάρ;) προσεκύνησε καὶ λέγει, Εἰ κεκρίκατέ με ἄξιον, ἵνα εἰσέλθητε εἰς τὴν σκηνὴν τῶν δοκῶν μου. Εἶδες τί ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλ' ὡς ξένος καὶ ὁδοιπόρος, ὁ πλούσιος καὶ εὐγενὴς, καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἁπλώσας φιλοξενίας, μήπου ξένος, μήπου ὁδοιπόρος, καὶ παραδράμῃ τὴν οἰκίαν. Καὶ βλέπε τί ποιεῖ. Οὐκ ἐπιτρέπει οἰκέτῃ, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων (ᾔδει γὰρ ὅτι ῥᾴθυμόν ἐστι τὸ γένος τῶν οἰκετῶν), μήπου ἀπονυστάξῃ ὁ οἰκέτης, καὶ παραδράμῃ ὁ ξένος, καὶ ἀπολέσωμεν τὴν ἄγραν· ἀλλ' αὐτὸς ἐκάθητο, τὴν θερμὴν ἀκτῖνα ὡς δρόσον ἐν καύματι δεχόμενος· καὶ σκιὰ ἦν αὐτῷ ἡ ἐπιθυμία τῆς φιλοξενίας. Ἴδε ὁ Ἀβραάμ· ἴδε ὁ πλούσιος. Καταξιοῖς σὺ ὅλως κἂν ἰδεῖν πένητα; κἂν ἀποκριθῆναι; κἂν διαλεχθῆναι; Θέλεις μιμεῖσθαι τὸν Ἀβραάμ; οὐ κωλύω, ἀλλὰ καὶ βούλομαι· καίτοι μείζονα τοῦ Ἀβραὰμ ἀπαιτούμεθα. Καὶ τί, φησὶν, εἶχεν ὁ Ἀβραάμ; Φιλόξενος ἦν. Καὶ ἀνέστη, φησὶν, Ἀβραὰμ, καὶ προσεκύνησεν, οὐδὲ εἰδὼς τίνες ἦσαν οἱ παρόντες. Εἰ γὰρ ᾔδει, οὐδὲν θαυμαστὸν ἐποίει, ὅτι Θεὸν ἐθεράπευεν· ἀλλ' ἡ ἄγνοια τῶν παραγενομένων μείζονα αὐτοῦ δείκνυσι τῆς φιλοξενίας τὴν προθυμίαν. Καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, κοινωνὸν ποιῶν τῆς φιλοξενίας· Κοινὰ, φησὶ, τὰ τοῦ γάμου ἔστω, καὶ τὰ τῆς ἀρετῆς· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ οὐκ εἶπέ τι τοιοῦτο· Ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἔλαχον, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, τὴν πλοῦτον ἔχουσαν τοσοῦτον; τριακοσίους δέκα καὶ ὀκτὼ δούλους ἔχεις, καὶ οὐκ ἦλθες ἐκείνοις ἐπιτάξαι, ἀλλ' ἐμὲ εἰς διακονίαν ταύτην ἐμβάλλεις; ἀλλ' ἀκούει, Σπεῦσον, καὶ ἁρπάζει τὸ ἐπίταγμα. Ποῦ αἱ νῦν γυναῖκες; ἆρα τοιαῦτα ἐπιτάγματα δέχονται; Ἔκβαλέ μοι αὐτῆς τὴν χεῖρα, καὶ ὁρᾷς αὐτὴν κατακεχρυσωμένην ἔξωθεν, ἔσωθεν δὲ πολιορκίαν κεκτημένην. Πόσων πενήτων πλεονεξίαν ἡ χείρ σου βαστάζει; ἔκβαλέ μοι τὴν χεῖρά σου, δεῖξον αὐτὴν τί ἐνδέδυται· πλεονεξίαν. Ἔκβαλε τὴν χεῖρα τῆς Σάῤῥας, τί ἐνδέδυται; φιλοξενίαν, ἐλεημοσύνην, ἀγάπην, φιλοπτωχίαν. Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Καὶ αὐτὸς ἔδραμεν ἐπὶ τὴν ἀγέλην τῶν βοῶν. Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται τὸν στέφανον. Εἶτα ἔθυσε τὸν μόσχον. Ὁμοῦ δρομεὺς ἐγένετο ὁ γέρων· οὐδὲ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ' ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια· ἐνίκησε τὴν φύσιν ἡ προθυμία. Ὁ δεσπότης τριακοσίων δέκα καὶ ὀκτὼ οἰκετῶν, μόσχον βαστάζων οὐκ ἐβαρύνετο τῷ ἄχθει, ἀλλ' ἐκουφίζετο τῇ διανοίᾳ καὶ τῇ προθυμίᾳ. Ὁ δρόμος τῷ γέροντι προὔκειτο. Πόσος ὁ πόνος; ἀλλ' οὐκ ᾐσθάνετο τοῦ πόνου, διὰ τὴν ἐλπίδα τοῦ κέρδους. Τί οὖν ὁ παραγενόμενος; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Εἶδες οἷον καρπὸν ἐβλάστησεν ἡ τράπεζα; πῶς καλόν; πῶς ταχύν; πῶς ὥριμον; πῶς ὁ βότρυς περκάζων καὶ ἀπηρτισμένος; Τοιοῦτοι τῆς φιλοξενίας οἱ καρ 63.718 ποί. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεημοσύνην παρέχωμεν· οὐ γὰρ ἐλαττοῦται, ἀλλ' αὔξεται· οὐ δαπανᾶται, ἀλλὰ πλεονάζει, καὶ πραγματεία τίς ἐστι καὶ σπόρος τὸ γινόμενον· μᾶλλον δὲ ἀμφοτέρων τούτων κερδαλεώτερον καὶ