διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε." Τίς οὖν ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπός; πολυ πραγμονήσωμεν τὴν αἰτίαν, ἐφ' ᾗ καὶ γέγονεν, εἰσό μεθα γὰρ οὕτω τὸ ἀληθές. Ἔφη τοίνυν ὁ μακάριος οὗτος Λουκᾶς ἐν τοῖς ὀπίσω βραχὺ περὶ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· "Ἦσαν δὲ πάντες αὐτῷ ἐγ γίζοντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ ἐγόγγυζον οἵ τE. f. αρισαῖοι καὶ οἱ Γραμματεῖς, λέγοντες, ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς." Κατακεκραγότων τοίνυν τῶν Γραμματέων καὶ Φαρισαίων τῆς ἐνούσης αὐτῷ γαλη νότητος καὶ φιλανθρωπίας, καὶ ἐγκαλούντων αὐτῷ τὸ 72.808 προσδέχεσθαί τινας τῶν ἐν βεβηλώσει ζωῆς, καὶ δι δάσκειν αὐτοὺς, ἀναγκαιοτάτην αὐτοῖς ἐποιήσατο Χριστὸς τῆς προκειμένης παραβολῆς τὴν παράθεσιν, δι' ἧς ἔξεστιν ἰδεῖν ἐκεῖνο καλῶς· βούλεται γὰρ οἷα τῶν ὅλων Θεὸς, καὶ τὸν εὐπάρεδρόν τε καὶ γνήσιον ἀληθῶς, καὶ βιοῦν εἰδότα σεπτῶς, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας λαχόντα τὴν δόξαν, ἀκολουθεῖν ἐπείγεσθαι τοῖς θελήμασιν αὐτοῦ· καὶ τοῖς καλουμένοις εἰς μετά γνωσιν, κἂν εἴ τινες εἶεν τῶν σφόδρα κατεγνωσμέ νων, ἐφήδεσθαι μᾶλλον, ἢ γοῦν ἀφιλάλληλον ἐπ' αὐ τοῖς εἰσδέχεσθαι λύπην. Πάσχομεν γὰρ ἔσθ' ὅτε τι τοιοῦτον καὶ ἡμεῖς αὐ τοί· ζῶσι μὲν γάρ τινες τὴν παγκάλην τε καὶ παν αρίστην ζωήν· ἕτερος δέ τις ἀσθενεῖ καὶ ἥττηται, πρὸς πᾶν εἶδος φαυλότητος κατενηνεγμένος· οὗτος πρὸς αὐτῷ τῷ γήρᾳ πολλάκις ἐπιστρέφει πρὸς Θεὸν, καὶ τὴν ἐπὶ τοῖς προημαρτημένοις συγγνώμην αἰτεῖ, τῶν ἀμεινόνων γενόμενος ἐραστής· ἢ τάχα που καὶ μέλ λων τὸν ἀνθρώπινον καταλύειν βίον, ἀξιοῦται τοῦ θείου βαπτίσματος, καὶ ἀποσκευάζεται τὰ ἐγκλήματα τοῦ Θεοῦ κατοικτείροντος. Εἶτα χαλεπαίνουσιν ἔσθ' ὅτε τινὲς ἐπ' αὐτῷ δὴ τούτῳ, καί φασιν· Οὗτος ὁ τό δε τι πράξας, κἀκεῖνο εἰπὼν, οὐκ ἐκτέτικε τῷ κριτῇ τῶν βεβιωμένων τὰς δίκας, καὶ ἠξιώθη τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος, ἐν υἱοῖς ἐγράφη Θεοῦ, καὶ τῇ τῶν ἁγίων τετίμηται δόξῃ· ταῦτα γὰρ ἔσθ' ὅτε παραπτύουσί τινες ἐξ ἀκαίρου μικροψυχίας, οὐχ ἑπόμενοι τῷ σκοπῷ τοῦ πάντων Πατρός· χαίρει γὰρ λίαν, σωζομένους ὁρῶν τοὺς ἀπολωλότας, καὶ ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς σχῆμα, διδοὺς αὐτοῖς τὸ ἐλεύθερον, καὶ στολῇ τῇ πρώτῃ κατακαλλύνων αὐ τοὺς, καὶ δακτύλιον διδοὺς εἰς τὴν χεῖρα· τοῦτο δέ ἐστιν ἐλευθέροις πρέπουσα θεοφιλὴς εὐκοσμία. (I f. 134) Ἄθρει γὰρ ὅπως διὰ τρόπου παντὸς ἐξαίρετον αὐτῇ τὸ κάλλος ἐνσημαίνεται, καὶ τῆς ἀμωμήτου ζωῆς ἐνεργάζεται τὴν φαιδρότητα. Κατα καλλύνει γὰρ κόσμῳ παντὶ, νοητῷ δηλονότι καὶ πνευ ματικῷ, τὰς τῶν σεβομένων αὐτὸν ψυχὰς, ἵνα καὶ πρὸς ἑκάστην λέγηται τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύ ρας· "Ἄκουσον, θύγατερ, καὶ ἴδε," καὶ τὰ λοιπά. Ἔσθημα δὲ οὖν τὸ εἰς τιμὴν καὶ δόξαν ἀληθῆ τῷ ἱερῷ καὶ ἁγίῳ γένει Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. "Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε," φησί· καὶ ἀληθὴς ὁ λόγος. 9Ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων.9 (A f. 210 b, Ε f. 230) Τοιοῦτόν τι παθόντα κατ αθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφό μενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν· ἐνδείᾳ τε τῶν ἄνωθεν ἀγαθῶν ἐφθείρε το, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων αὐτὸν κατεβό σκετο μαθημάτων, ἐπεθύμει τε χορτασθῆναι ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· ἀλλὰ διαῤῥέουσα 72.809 ἡ διάκενος ἡδονὴ κενὸν αὐτὸν κατελίμπανε, καὶ ἦν ἐν ἐνδείᾳ παντάπασιν. 9Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου.9 (Ε f. 238) Καὶ ὁ Κύριος γὰρ κελεύων παῤῥησιά ζεσθαι, καὶ λέγειν ἐν ταῖς προσευχαῖς, Πάτερ, ἐκεῖνο τοῖς προσευχομένοις νοεῖν δίδωσιν, ὅτι εἰ Πατέρα καλοῦμεν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, δεῖ καὶ ἀξίως τοῦ τετιμηκότος πολιτεύεσθαι. Τοῦτο γὰρ καὶ Πέτρος ὁ μέγας φησίν· "Εἰ Πατέρα ἐπικαλεῖσθε, λέγων, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν