1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

118

οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σύ, 11.6.15 ὦ θεέ, μιμνήσκῃ αὐτοῦ, καίπερ ὄντος ἐπιλήσμονος; τὸ δὲ «ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν»· «ἢ υἱὸς Ἀδάμ» κεῖται παρὰ τοῖς δηλουμένοις, ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνώς, τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδάμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου. 11.6.16 Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν· ὁ δὲ Πλάτων τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι λέγων· «Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε, τοῦτο δέ ἐστιν ὄπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν, ἵνα ᾖ ἀναθρῶν ἃ ὄπωπε.» 11.6.17 Πάλιν Ἑβραῖοι τὸν ἄνδρα ΕΙΣ καλοῦσι. παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ΕΣ, δι' οὗ σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάπυρον τῆς 11.6.18 τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος. ἡ δὲ γυνή, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. ΕΣΣΑ γὰρ ἡ γυνὴ λέγεται παρ' αὐτοῖς, ὥσπερ ΕΙΣ ὁ ἀνήρ. ὁ δὲ Πλάτων τὸν ἄνδρα παρὰ τὴν ἄνω ῥοὴν ὀνομάζεσθαι λέγει· καὶ ἐπιλέγει· «Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι.» 11.6.19 Πάλιν Μωσῆς τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ «στερέωμα» προσαγορεύει, παρὰ τὸ πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. ὁ δὲ Πλάτων τῷ οὐρανῷ 11.6.20 φησιν ὀρθῶς ὄνομα κεῖσθαι διὰ τὸ ἄνω ὁρᾶν ποιεῖν. πάλιν Ἑβραῖοι τὸ μὲν ἀνωτάτω τοῦ θεοῦ κύριον ὄνομα ἄρρητον εἶναι καὶ ἄφθεγκτον οὐδὲ φαντασίᾳ διανοίας ληπτὸν εἶναί φασιν· αὐτὸ δὲ τοῦτο καθ' ὃ θεὸν ὀνομάζομεν, Ἐλωεὶμ καλοῦσι, παρὰ τὸ ἤλ, ὡς ἔοικε· τοῦτο δ' ἑρμηνεύουσιν ἰσχὺν καὶ δύναμιν· ὥστ' εἶναι τοῦ θεοῦ τοὔνομα παρ' αὐτοῖς ἀπὸ τῆς ἀμφ' αὐτὸν δυνάμεώς τε καὶ ἰσχύος ἐπιλελογισμένον, δι' ἧς νοεῖται παντοδύναμος καὶ πάντα ἰσχύων, ὡς ἂν τὰ πάντα συστησάμενος. ὁ δὲ Πλάτων θεὸν καὶ θεοὺς παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, τοὺς ἐν οὐρανῷ φωστῆρας ἐπικεκλῆσθαί φησι. 11.6.21 Τοιαῦτα δή τινα, ὡς ἐν τύπῳ φάναι, τὰ παρ' Ἑβραίοις καὶ τὰ παρὰ Πλάτωνι περὶ ὀρθότητος ὀνομάτων διηκρίβωται. καὶ τὰς ἐν ἀνθρώποις δὲ προσηγορίας μετά τινος διανοίας φησὶν ὁ Πλάτων τεθεῖσθαι καὶ τόν γε λόγον ἀποδιδόναι πειρᾶται, οὐκ οἶδ' ὅπως τὸν μὲν Ἕκτορα κεκλῆσθαι εἰπὼν ἀπὸ τοῦ ἔχειν καὶ κρατεῖν, διὰ τὸ βασιλέα εἶναι τῶν Τρώων· τὸν δὲ Ἀγαμέμνονα διὰ τὸ ἄγαν μένειν καὶ τοῖς δόξασι περὶ τῶν Τρώων εὐτόνως καὶ καρτερῶς παραμένειν· τὸν δὲ Ὀρέστην διὰ τὸ ὀρεινὸν καὶ ἄγριον καὶ θηριῶδες τοῦ τρόπου· καὶ τὸν μὲν Ἀτρέα διὰ τὸ ἀτηρόν τινα γεγονέναι τὸ ἦθος· τὸν δὲ Πέλοπα οἷόν τινα οὐ τὰ πόρρω, ἀλλὰ μόνα τὰ πέλας καὶ ἐγγὺς ὁρῶντα· τὸν δὲ Τάνταλον ταλάντατόν τινά φησι διὰ τὰ περὶ αὐτὸν δυστυχήματα ση11.6.22 μαίνειν. ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ' οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν 11.6.23 πειρωμένῳ. ἀλλ' οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ' Ἑβραίοις Κάϊν «ζῆλος» παρ' Ἕλλησι μεταλαμβάνεται, τούτου δ' ἠξιώθη τοῦ προσρήματος ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ. 11.6.24 καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται «πένθος», τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις 11.6.25 τοῖς παισὶ ταύτας τέθεινται ἐπωνυμίας. τί δ' εἴ σοι τὸν Ἁβραὰμ παραφέροιμι; μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν ἄστρων θεωρίας τῶν τε κατ' οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρίν, ὅτε τῆς Χαλδαϊκῆς μετεποιεῖτο σοφίας, γεγονὼς Ἅβραμ ἐκαλεῖτο· τοῦτο δ' Ἑλλήνων φωνῇ πατέρα μετέωρον ση11.6.26 μαίνει. ἀλλ' ὁ θεός γε αὐτὸν τῶν τῇδε ἐπὶ τὰ ἀφανῆ καὶ τῶν ὁρωμένων ἐπέκεινα προάγων εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ, «Οὐκέτι,» φήσας, «κληθήσεται τὸ ὄνομά σου Ἅβραμ, ἀλλ' Ἁβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πα11.6.27 τέρα πολλῶν ἐθνῶν τέθεικά σε.» τοῦτο δὲ ὁποίας ἔχεται διανοίας μακρὸς