1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

118

ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς· καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Κυρίου καταβαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ, ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἀμητὸν ἐν καιρῷ φέροντα πλούσιον. Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ' ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λαβεῖν διδοὺς, πῶς μετὰ τοῦ λαβεῖν οὐ δώσει; Ἄκουε Σολομῶντος· Ὁ ἐλεῶν πτωχὸν, φησὶ, δανείζει Θεῷ. Εἶδες δανείου φύσιν ξένην καὶ παράδοξον; Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ὑπεύθυνον ἑαυτὸν καθιστῶν. ∆ιὰ τί οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει; Ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς. Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα τῷ πτωχῷ ἄνευ ἀσφαλείας, ἢ ὑποθήκης, ἢ ἐνεχύρων, ἢ ἐγγύης. Καὶ ἐπειδὴ οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων, κέκτηται γὰρ οὐδὲν, οὐκ ἐνέχυρα φέρων, γεγύμνωται γὰρ, οὐ τὸν ἀντιφωνοῦντα παρέχων, ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς εἶδεν αὐτὸν μὲν διακινδυνεύοντα τῇ ἀπορίᾳ, τὸν δὲ ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι Ὁ ἐλεῶν πτωχὸν, φησὶ, δανείζει Θεῷ. Καὶ μὴν ἂν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας περισκοποῦμεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦμεν, τὸν μὲν εὐγνωμονοῦντα Θεὸν, καὶ ἑκατονταπλασίονα παρέχοντα ἀφίεμεν, τοὺς δὲ ἀποδώσοντας ἡμῖν οὐδὲ τὸ κεφάλαιον, τούτους ἐπιζητοῦμεν. Τί γὰρ ἡμῖν ἡ γαστὴρ ἀποδώσει, τὰ πλείονα καταναλίσκουσα; κόπρον καὶ φθοράν. Τί δὲ ἡ κενοδοξία; φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; φροντίδα καὶ μέριμναν. Τί δὲ ἡ ἀσέλγεια; γέενναν καὶ σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώμενα δεινά. Τίνος οὖν ἕνεκεν οὐ δίδως τῷ καὶ δώσοντι πάντως, καὶ πλείονα δώσοντι; Τάχα ὅτι διὰ πολλοῦ δίδωσι χρόνου. Καίτοι γε καὶ ἐνταῦθα δίδωσιν· ἀψευδὴς γὰρ ὁ λέγων· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Χωρὶς δὲ τούτων, καὶ τὸ διὰ μακροῦ λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ καὶ ἐπὶ τῶν δανειζομένων τοῦτο ὁρῶμεν τοὺς δανειστὰς ποιοῦντας, προθυμότερον τοῖς μετὰ πολὺν καταβάλλουσι χρόνον δανείζοντας. Ὁ μὲν γὰρ τὸ πᾶν εὐθέως ἀποδοὺς, ἐνέκοψε τοῦ τόκου τὸν δρόμον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν 63.719 πλείω πεποίηκεν. Εἶτα ἐπὶ ἀνθρώπων μὲν οὐ δυσχεραίνομεν τὴν ἀναβολὴν, ἀλλὰ καὶ σοφιζόμεθα αὐτὴν πλείω γενέσθαι· ἐπὶ Θεοῦ δὲ οὕτω μικροψύχως διακεισόμεθα; Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Καὶ δανείζῃ παρ' ἐμοῦ, Κύριε, τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην; Ἵνα ποτέ μοι ταῦτα ἀποδῷς, δός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωμι; Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με. Καὶ διὰ τί, ὦ Κύριε, οὐκ ἄλλων ὁδῶν φέρεις μνήμην, ἀλλ' ἢ τῆς ἐλεημοσύνης; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας· ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον