φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε."(A f. 212 b, Ε f. 242) Ἴσως ἐρεῖς κατὰ σαυτόν· Κεκηλίδωμαι διὰ πολλῆς ἁμαρτίας· εἶτα, πῶς ἂν γενοίμην καθαρὸς ὁ οὕτω μεμολυσμένος; Ἄκουε τοιγαροῦν καὶ τὰ παρ' ἡμῶν. Οἶδας ὅτι πεπλημμέληκας ὅλως; ὁμολογεῖς τὴν ἀσθέ νειαν; διαμέμνησαι τῶν ὀλισθημάτων; ἐγγὺς εἶ τοῦ σώζεσθαι· καθάρσεως γὰρ ἀρχὴ τὸ ὁμολογεῖν ἁμαρ τίας. Οὕτω καὶ γέγραπται· "Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·" οὐ γάρ ἐστι σκληρὸς ὁ πάντων ∆εσπότης· οὐκ ἀμείλικτος, χρηστὸς δὲ μᾶλλον καὶ φιλοικτείρμων καὶ ἀγαθὸς καὶ εἰδὼς τὸ πλάσμα. Καὶ γὰρ μέγα καὶ ὁμολογία καὶ φυγὴ τοῦ κακοῦ· οὕτως ἐδέχθη ὁ ἄσωτος.(Ε f. 244) Ἀλλὰ τίς ὁ μόσχος ὁ σιτευτὸς, ἢ πάντως Χριστὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θυόμενος καὶ ἐσθιόμενος; Καθ' ὃ γὰρ τὴν ἄλογον φύσει καὶ κτηνώδη σάρκα περιεβάλετο, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε, μόσχος νοεῖται, ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας, σιτευτὸς δὲ καθ' ὃ πρὸ καταβολῆς κόσμου προώριστο τὸ κατὰ Χριστὸν μυστήριον, ἡ φρικώδης καὶ μεγάλη θυσία, ἧς μετασχεῖν ἐφεῖται τοῖς ἐπανιοῦσιν ἐξ ἁμαρτίας.
ΚΕΦ. Ιςϛʹ.
Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκο νόμον.9 (A f. 215, B f. 152) Πλὴν κἀκεῖνό φαμεν τοῖς φιλομαθέσιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αἱ παραβολαὶ πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομί ζουσιν, ὅταν αὐτῶν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθρήσωμεν. Οὐ γὰρ ἅπαντα τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρὴ λεπτῶς καὶ ἐξ ητασμένως, ἵνα μήτε πρὸς τὸ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς φιλακροάμο νας, μήτε μὴν ἀδολεσχίας ὄχλον ἐνεργάσηταί τισιν· οἷον καὶ ἐπὶ τῆς προκειμένης παραβολῆς. Εἰ γὰρ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος, ὁ τὸν διαβεβλημένον ἔχων οἰκο νόμον, ἢ καὶ τίς ἂν εἴη τυχὸν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀφλήμασιν ἔνοχοι, καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰ τίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγεται, 72.812 σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. Οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παρα βολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληφθεῖεν ἂν ἀναγκαίου πρά γματος ἀμυδρῶς ὑποφαίνουσαν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔστι τοίνυν τῆς παραβολῆς τοιοῦ τος ὁ νοῦς· "Ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν" Ταύτῃ τοι καὶ νόμον εἰς βοήθειαν ἔδωκε, κατὰ τὴν τοῦ προφήτου φωνήν. Νόμον δέ φαμεν ἐν τούτοις, οὐχὶ δή που πάντως τὸν διακονηθέντα διὰ Μωϋσέως, ἅπασαν δὲ μᾶλλον τὴν θεόπνευστον Γραφὴν, δι' ἧς ἔνεστι μαθεῖν τὴν εὐθὺ παντὸς ἀγαθοῦ καὶ σωτηριώ δους πράγματος ἀποκομίζουσαν τρίβον. Βούλεται τοίνυν ὁ τῶν ὅλων ∆εσπότης, ὁλοτρόπως ἡμᾶς τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασι, καὶ διαβιοῦν ἑλέσθαι σπουδαίως καὶ ἁγίως, ἀπαλλάττοντας ἑαυ τοὺς τῶν τοῦ παρόντος βίου περισπασμῶν, ἵνα εὐ παρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ. Καὶ γοῦν διὰ μὲν τῆς τοῦ Ψάλλοντος λύρας· "Σχο λάσατε, φησὶ, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός." ∆ι' ἑαυτοῦ δὲ πάλιν ὁ τῶν ὅλων Σωτὴρ τοῖς τὸν πλοῦ τον ἔχουσι τὸν ἐπὶ τῆς γῆς· "Πωλήσατε, φησὶ, τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην, ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς." Καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, καὶ ἀεί πως προσπέπηγε τοῖς γεωδεστέροις· καὶ