1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

119

ἂν εἴη λόγος. ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. λέγει δ' οὖν αὐτοῖς ῥήμασιν· 11.6.28 «Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη.» 11.6.29 Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ' Ἑβραίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μωσῆς ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. γέλως δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμ11.6.30 βολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς ἐπήγγελται. ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἦν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος, ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα δωρεῖται, τὸν ἀσκη11.6.31 τὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος. πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα· Ἰσραὴλ δὲ ὁρῶν 11.6.32 θεόν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς. τί με δεῖ νῦν τοῦ πανσόφου Μωσέως ἢ τῶν παρ' Ἑβραίοις ἱερῶν λόγων διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων ὀνομάτων θέσεως ἐξαπλοῦν, 11.6.33 μακροτέρας σχολῆς δεομένων τῶν κατὰ τὸν τόπον; αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἕλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ' αὐτός γ' ἂν φαίη Πλάτων τὸν λόγον ἢ τὸν λογισμὸν τῶν 11.6.34 φωνηέντων ἢ τῶν συμφώνων. Ἑβραίων δ' ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὃ παρ' αὐτοῖς καλεῖται Ἄλφ, τοῦτο δὲ σημαίνει «μάθησιν»· καὶ τὸ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν «οἶκον» ὀνομάζουσιν· ὥστε δηλοῦν τὴν διάνοιαν «μάθησις οἴκου», ὡσεὶ σαφέστερον 11.6.35 ἐλέγετο «διδαχή τις καὶ μάθησις οἰκονομίας». καὶ τὸ Γάμμα δὲ παρ' αὐτοῖς κέκληται Γίμελ· οὕτω δὲ τὴν «πλήρωσιν» ὀνομάζουσιν. εἶτ' ἐπειδὴ τὰς δέλτους ∆ὲλθ καλοῦσι, τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι «ἡ ἔγγραφος μάθησις πλήρωσίς 11.6.36 ἐστι δέλτων». ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ' αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ ταὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ' εἶναι παῖς παρὰ 11.6.37 πατρὸς εἰληφότες. καὶ τῶν παρ' Ἕλλησι δὲ σοφῶν οὐκ οἶδ' ὁπόθεν τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι' ἐπῶν φήσας· ἑπτά με φωνήεντα θεὸν μέγαν ἄφθιτον αἰνεῖ γράμματα, τὸν πάντων ἀκάματον πατέρα. εἰμὶ δ' ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη ἡρμοσάμην δίνης οὐρανίοιο μέλη. 11.6.38 εὕροις δ' ἂν καὶ τῶν λοιπῶν παρ' Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα 11.6.39 παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν. πολλὴν δ' ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶτταν πολυπραγμονῶν, ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην, ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἕβερ τὸ παρωνύμιον εἴληφε· σημαίνει δὲ τοῦτο τὸν «διαπερῶντα», ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ 11.6.40 «Ἕβερ» ὀνομάζεται. διδάσκει δὲ ὁ λόγος περᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτη τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβη11.6.41 κότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες. τί