119
σωτηρίας τὴν ἐλεημοσύνην, ἐν ᾗ ἐξαλείφεται πάντα τὰ ἁμαρτήματα, παρήκατε τοσαύτην εὐεργεσίαν. Οὐ γὰρ διὰ τοῦτο τὰ χρήματα ἔλαβες, ἵνα εἰς τρυφὴν δαπανήσῃς, ἀλλ' ἵνα εἰς ἐλεημοσύνην ἀναλώσῃς. Μὴ γὰρ τὰ σαυτοῦ ἔχεις; τὰ τῶν πενήτων ἐνεπιστεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς. Μὴ γὰρ, ἐπειδὴ ἀπὸ πολλῆς φιλανθρωπίας ἐκ τῶν σῶν ἐκελεύσθης διδόναι, διὰ τοῦτο καὶ σαυτοῦ νομίζῃς εἶναι ταῦτα, μηδὲ τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας ὑπόθεσιν ποιοῦ ἀγνωμοσύνης. Μὴ γὰρ οὐκ ἠδύνατο αὐτὰ ὁ Θεὸς ἀφελέσθαι σου; ἀλλ' οὐ ποιεῖ τοῦτο, σὲ κύριον ποιῶν τῆς εἰς τοὺς δεομένους φιλοτιμίας. Τίνος οὖν ἕνεκεν οὐκ ἔδωκας; ἀπιστεῖς ὅτι λήψῃ πάλιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ὁ γὰρ τῷ μὴ δεδωκότι δοὺς πῶς ἂν οὐ πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν δώσει; ∆ιὰ γὰρ τοῦτό σοι πλείονα τῶν ἄλλων ἔχειν συνεχώρησεν ὁ Θεὸς, οὐχ ἵνα εἰς πορνείας καὶ μέθην καὶ ἀδηφαγίαν καὶ ἱματίων πολυτέλειαν καὶ τὴν ἄλλην βλακείαν ἀναλώσῃς, ἀλλ' ἵνα τοῖς δεομένοις αὐτὰ διανέμῃς. Ἂν γὰρ πλέον τι τῆς χρείας εἰς σαυτὸν ἀναλώσῃς τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ τὰς εὐθύνας παρέξεις. Ἀλλ' οἶδα πολλοὺς εἰς τοῦτο θηριωδίας ἐλθόντας, ὡς δι' ὄκνον μικρὸν λιμώττοντας περιορᾷν τοὺς πένητας, καὶ ταῦτα πρὸς αὐτοὺς λέγοντας· Οὐ πάρεστιν οἰκέτης ἐμοὶ νῦν· πόῤῥω τῆς οἰκίας εἰμί· οὐδεὶς τῶν ἐνταῦθά ἐστί μοι γνώριμος. Ὢ τῆς ὠμότητος! ὢ τῆς ὕβρεως! εἰ καὶ δέκα στάδια βαδίσαι ἐχρῆν, οὐδ' οὕτως ὀκνῆσαι ἔδει, ὅτι μείζων ὁ μισθός. Ὅταν μὲν γὰρ δῷς, ὑπὲρ τοῦ διδομένου λαμβάνεις μισθὸν μόνον· ὅταν δὲ καὶ αὐτὸς βαδίσῃς, καὶ τούτου σοι πάλιν κεῖται ἡ ἀμοιβή. Ἐπεὶ καὶ τὸν πατριάρχην Ἀβραὰμ διὰ τοῦτο μάλιστα θαυμάζομεν, ὅτι τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων, οὐδενὶ τούτων ἐπέταξεν, ἀλλ' αὐτὸς ἐπὶ τὰς βοῦς ἔδραμε καὶ τὸ μοσχάριον ἥρπασε. Μὴ οὖν ἐπαισχυνθῇς διὰ τῆς σαυ 63.720 τοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; καὶ πῶς τοῦτο οὐκ αἰσχύνης ἄξιον; Εἰ γὰρ ποτήριον ψυχρὸν μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμοῤῥόφιον ποιῆσαι καὶ τραπέζης κοινωνὸν καὶ ἀναπαῦσαι πένητα, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Μὴ τοίνυν ἐπαισχυνώμεθα ταῖς τῶν πενήτων θεραπείαις, μηδὲ παραιτώμεθα δι' ἑαυτῶν θεραπεύειν αὐτούς· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς τοιαύτης διακονίας· κἂν εἰς εὐχὰς αὐτὰς ἀνατείνωμεν ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς, δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι. Τὸ μὲν γὰρ χρήματα δοῦναι πολλῶν ἂν εἴη· τὸ δὲ δι' ἑαυτῶν θεραπεῦσαι τοὺς δεομένους, καὶ μετὰ προθυμίας ποιῆσαι τοῦτο, μεγάλης ψυχῆς δεῖται καὶ φιλοσόφου. Εἴ τινα ἴδοις ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύρια καταβάλλεις, καὶ τὰ τῶν θεραπόντων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ ἀναδύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χριστὸν δέχῃ τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας. Ἀλλ' ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνην, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις πτωχὸν ἐνδύων. Εἰ γὰρ ποτήριον ψυχρὸν ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. Εἰ γὰρ ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις· ὅπου ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Οἶδα ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε· ἀλλ' εἴθε πολλάκις μαθόντες, κἂν ὀλιγάκις τὸ καλὸν εἰργαζόμεθα· Καὶ γὰρ πολλῆς ἀλογίας, ἀγρὸν μὲν βουλόμενον ὠνήσασθαι, τὴν εὔφορον οὖσαν γῆν ἐπιζητεῖν· οὐρανοῦ δὲ ἀντὶ γῆς προκειμένου, παρὸν ἐκεῖ κτήσασθαι χωρίον, μένειν ἐπὶ τῆς γῆς, καὶ τῶν ἐκ ταύτης ἀνέχεσθαι πόνων. Εἰπὲ δή μοι, εἴ τίς σοι ἔλεγεν, ὅτι μετὰ ἐνιαυτὸν πεσεῖται αὕτη ἡ πόλις, ἡ