τοῦτο εἰδὼς αὐτὸς ὁ Σωτὴρ ἔφησέ που περὶ αὐτῶν· "Πῶς δυσκόλως οἱ τὰ χρή ματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!" Καὶ πάλιν· "Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ." Ἕως γὰρ ἔστι τις ἐν τῷ πλουτεῖν καὶ τρυφᾷν, ἀνεπιτήδευτον ἔχει τὴν εἰς Θεὸν εὐσέβειαν. (A f. 215 b) Ἆρ' οὖν οὐδὲ μία τοῖς πλουτοῦσι σω τηρίας ὁδὸς, ἀλλὰ πῦρ αὐτοῖς ηὐτρέπισται, τὸ τῷ διαβόλῳ πρέπον καὶ τοῖς ἀγγέλοις αὐτοῦ; Οὐμεν οῦν· ἰδοὺ γὰρ, ἰδοὺ πρόφασιν αὐτοῖς σωτηρίας ἀν έδειξεν ὁ Σωτὴρ διὰ ταύτης τῆς παραβολῆς· ἐθαῤῥή θησαν, τὸν ἐπὶ τῆς γῆς πλοῦτον ἀφέντος αὐτοῖς ἀν εξικάκως τοῦ ἐπὶ πάντων Θεοῦ· πλὴν κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ οἰκονόμοι τινὲς τίθενται τῶν πτωχευομένων· οἰκονόμοι δὲ λέγονται παρὰ τῷ τὰ οἰκεῖα ἑκάστῳ νέμειν· ἀλλ' οἰκονομοῦσιν οὐκ ὀρθῶς, οἱονεὶ σκορπίζοντες τὰ δοθέντα αὐτοῖς παρὰ τοῦ ∆εσπότου· μόναις γὰρ ταῖς ἑαυτῶν δαπανῶσι τρυφαῖς, καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημο νοῦντες Θεοῦ λέγοντος· "Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ ἀδελφῷ σου, τῷ ἐπιδεομένῳ ἐν σοί." Ναὶ μὴν καὶ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· "Γένεσθε οἰκτείρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτείρμων ἐστίν." Ἀλλ' οὐδεὶς αὐτοῖς, ὡς ἔφην, τοῦ κατοικτείρειν ἀδελφοὺς ὁ λόγος, μόνης δὲ ποιοῦνται φροντίδα τῆς ἑαυτῶν ἀγερωχίας· τοῦτο διαβέβληκεν αὐτοὺς παρὰ τῷ πάντων ∆εσπότῃ. ∆εῖ 72.813 δὲ πάντως αὐτοὺς ἀποπεσεῖν τῆς οἰκονομίας ἐπι πηδῶντος θανάτου, καὶ τῶν καθ' ἡμᾶς πραγμάτων ἐξέλκοντος· ἀδιάφυκτον γὰρ ἀνθρώπῳ παντὶ τοῦ θα νάτου τὸ λῖνον. Τί οὖν ἄρα δρᾷν αὐτοὺς βούλεται Χριστός; Ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, κἂν εἰ μὴ πάντα βούλοιντο τὸν ἑαυτῶν πλοῦτον διανεῖμαι πτω χοῖς, κἂν γοῦν ἐκ μέρους κατακτήσασθαι φίλους, καὶ πολλοὺς τῆς εὐσπλαγχνίας μάρτυρας, τοὺς εὖ πεπονθότας δηλονότι· ἵνα ὅταν αὐτοὺς ὁ ἐπίγειος ἐκλείπῃ πλοῦτος, ἔχωσί τινα τόπον ἐν ταῖς ἐκείνων σκηναῖς. Καὶ γάρ ἐστι τῶν ἀμηχάνων ἄμισθον γενέ σθαι ποτὲ τὸν φιλόπτωχον, ἀλλ' εἴτε ἅπαντά τις τὸν ἑαυτοῦ πλοῦτον διαδοίη τισὶν, εἴτ' οὖν ἐκ μέρους, ὀνήσει πάντως τὴν ἑαυτοῦ ψυχήν. 9Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι.9 (A f. 217, B f. 154) Συχνῶς ἔσθ' ὅτε ὁ τῶν ὅλων Σωτὴρ τοὺς αὐτοὺς ποιεῖται λόγους, καὶ διαφόροις περὶ τοῦ αὐτοῦ θεωρήματος κέχρηται παραδείγμασιν, ἵνα πρὸς σύνεσιν ἀκριβῆ τῶν παρ' αὐτοῦ λεγομένων, ὁ τῶν ἀκροωμένων ἐμβιβάζηται νοῦς. Ἄθρει δέ μοι πάλιν τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν. ∆οκεῖ δέ μοι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο χρησίμως κατιδεῖν, τίνας ὅλως ὁ τοιόσδε λόγος ἔχει τὰς ἀφορ μάς· ἔσται γὰρ οὕτως εὐσύνοπτος τῶν προκειμένων ὁ νοῦς. Ἐδίδασκε τοίνυν τοὺς ἐν πλούτῳ Χριστὸς ἀγαπᾷν ὅτι μάλιστα τὴν φιλοπτωχίαν, καὶ θησαυρί ζειν ἐν οὐρανῷ, καὶ τῆς εἰς τὸ μέλλον εὐημερίας ποιεῖσθαι πρόνοιαν. Ἀλλ' εὖ ἠπίστατο, Θεὸς ὢν φύ σει, τῆς ἀνθρώπου διανοίας τὸν ὄκνον, τὸν ἐπὶ παντὶ σπουδαίῳ τε καὶ ἀγαθῷ πράγματι, καὶ ὡς φιλό πλουτοι λίαν ὄντες, καὶ τῷ τοιῷδε πάθει τυραννού μενοι παντελῶς, οὐδένα τοῖς πτωχευομένοις νέμουσιν ἔλεον. Ὅτι τοίνυν τοῖς οὕτως ἔχουσι γνώμης, οὐδὲν ὑπάρξει τῶν παρὰ Θεοῦ χαρισμάτων, δῆλον δὲ ὅτι πνευματικῶν, ἐξ ἐναργεστάτων παραδειγμάτων δια δείκνυσι λέγων· "Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι," καὶ τὰ ἑξῆς. Λῦσον ἡμῖν, ∆έσ ποτα, τὸ ζητούμενον, ἄνοιξον ἡμῶν τῆς καρδίας τὸν ὀφθαλμόν. Ἄκουε τοίνυν σαφῶς τε καὶ ἀκριβῶς, ὅπερ ἔφη· Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγέ νεσθε, φησὶ, τὸ ἀληθινὸν τίς δώσει ὑμῖν; Ἔστι δὴ οὖν τὸ ἐλάχιστον, ὁ ἄδικος μαμωνᾶς, τουτέστιν ὁ ἐπίγειος πλοῦτος, ἐξ ἁρπαγῆς ἔσθ' ὅτε καὶ πλεονε ξίας συνειλεγμένος· τοῖς γε μὴν εὖ εἰδόσι βιοῦν, καὶ ἀποφέρουσι μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονοῦσι δὲ μᾶλλον τὰ ἄνω, καταλογισθείη ἂν παντελῶς οὐ δὲν ὁ ἐπίγειος πλοῦτος, ἀλλ' εἰς τοὺς ἐνδεεῖς ὅλον δαπανήσουσι, καλῶς αὐτὸν