120
με δεῖ νῦν ἐπὶ πλεῖον μηκύνειν τὰ πάντα συνάγοντα τῆς τῶν Ἑβραϊκῶν ὀνομάτων ὀρθότητός τε καὶ ἀκριβείας, τοῦ προβλήματος οἰκείας δεομένου πραγματείας; πλὴν ὡς ἐν τύπῳ φάναι, ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ' Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων, ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν εὑρέσθαι, οἷος ἡμῖν ὁ Μωσῆς καὶ τὰ Ἑβραίων ἀποδέδεικται λόγια. τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ τὰ φυσικὰ ἐπισκέψασθαι, ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες;
11.7.1 ηʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΘ' ΕΒΡΑΙΟΥΣ ΦΥΣΙΟΛΟΓΙΑΣ Καὶ τὸ τρίτον δὲ μέρος τῆς καθ' Ἑβραίους φιλοσοφίας τοῦτο δ' ἦν τὸ φυσικόν, διαιρούμενον καὶ παρ' αὐτοῖς εἴς τε τὴν τῶν νοητῶν καὶ ἀσωμάτων ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν οἱ κατὰ πάντα τέλειοι προφῆται ᾔδεσάν τε καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον λόγοις, οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντες οὐδ' ἐπὶ διδασκάλοις ἀνδράσι σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνά11.7.2 μεως καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες. ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις 11.7.3 καταβέβλητο. Μωσῆς δὲ καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ. καὶ αὖ πάλιν Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιο11.7.4 λογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης· «Καὶ ἐλάλησε Σολομῶν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων, καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶν καὶ παρὰ πάντων τῶν βασιλέων 11.7.5 τῆς γῆς, ὅσοι ἤκουσαν τὴν σοφίαν αὐτοῦ.» ἐντεῦθεν ὁρμώμενος καὶ ὁ τὴν πανάρετον σοφίαν εἰς αὐτοῦ πρόσωπον ἀναθεὶς ἔφη· «Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ ἔγνων. ἡ γὰρ πάν11.7.6 των τεχνῖτις ἐδίδαξέ με σοφία.» πάλιν τε ὁ αὐτὸς Σολομῶν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν ἐν Ἐκκλησιαστῇ φησι· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;» καὶ ἐπιλέγει· «Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ 11.7.7 ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον.» ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς οὐσίας. εὕροις δ' ἂν ἐπιὼν καὶ τοὺς ἄλλους Ἑβραίων σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ 11.7.8 προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς. ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἄστρων, ἐπεὶ καὶ Ἄρκτου καὶ Πλειάδος Ὠρίωνός τε καὶ Ἀρκτούρου, ὃνἈρκτοφύλακα καὶ Βοώτην ὀνομάζειν Ἕλλησι φίλον, μνήμη τις οὐχ ἡ τυ11.7.9 χοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν.