1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

120

δεῖνα δὲ οὔ· ἆρα ἂν ᾠκοδόμησας οἰκίας ἐν τῇ μελλούσῃ καταπίπτειν; Μὴ τοίνυν οἰκοδομῶμεν ἐν τῷ κόσμῳ τούτῳ· πεσεῖται γὰρ μικρὸν ὕστερον καὶ ἀπολεῖται· τί δὲ λέγω, πεσεῖται; πρὸ τῆς πτώσεως ἡμεῖς ἀπολλύμεθα, καὶ δεινὰ πεισόμεθα. Οἰκοδομήσωμεν δὲ μᾶλλον ἡμῶν ἐν οὐρανοῖς τὴν οἰκοδομὴν, ἔνθα οὐ χρεία τεκτόνων ἡμῖν οὐδὲ οἰκοδόμων, ἀλλ' αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκοδομάς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ βασιλείαν οὐρανῶν προξενοῦσι, καὶ παῤῥησίαν διδοῦσι πρὸς τὸν Θεόν· τοιοῦτον τὸ τῆς ἐλεημοσύνης ὕψος. Καὶ καθάπερ βασιλίδος εἰσιούσης οὐδεὶς τολμᾷ τῶν φυλασσόντων τὰς θύρας ἐξετάσαι, τίς εἴη καὶ πόθεν, ἀλλὰ πάντες μετὰ χαρᾶς ὑποδέχονται· οὕτω δὴ καὶ τοὺς ταύτην ἐργαζομένους ἀκωλύτως παρὰ τὸν θρόνον ἵστησι τὸν βασιλικόν· φιλεῖ γὰρ αὐτὴν ὁ Θεὸς, καὶ ἀεὶ πλησίον αὐτοῦ ἕστηκε, καὶ ὑπὲρ ὧν δ' ἂν αἰτήσῃ χάριν, εὐ 63.721 θέως λαμβάνει. Τοσαύτη τῆς ἐλεημοσύνης ἡ περιουσία, ὡς μὴ μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατον φυγαδεύειν. Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος τοῦ θανάτου κρείττων γέγονε; καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους. Μὴ θορυβηθῇς, ἀλλὰ δι' αὐτῶν τῶν πραγμάτων μάνθανε, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε τούτου τὴν τυραννίδα. Καὶ γὰρ Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις ἔργον ἐποιεῖτο καθ' ἑκάστην τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν συλλέγειν· Καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χήρας, καὶ τὴν ἄλλην ἅπασαν εὐπορίαν αὐταῖς παρεῖχεν. Ἐγένετο δὲ ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Τί οὖν αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ' αὐτῆς; Ἐν καιρῷ τὴν εὐεργέτιν τὴν αὐτῶν ἀμείβονται· περιεστῶσαι γὰρ τὸν Ἀπόστολον ἐδείκνυον τὰ ἱμάτια, καὶ ὅσα ἐποίει μετ' αὐτῶν, καὶ δάκρυα ἐπέχεον, καὶ εἰς οἶκτον τοῦτον ἔφερον. Τί οὖν ὁ Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησε· καὶ φωνήσας τὰς χήρας καὶ τοὺς παρεστῶτας, παρέδωκεν αὐτὴν ζῶσαν. Εἶδες ὅση τῆς εὐποιίας ἡ περὶ τὰς χήρας ἀμοιβή; τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Τὸ γὰρ τῆς ἐλεημοσύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν διδομένων κρίνεται, ἀλλ' ἐν τῇ προθυμίᾳ τῶν διδόντων. Ὄντως μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυροὺς μυρίων εἰσάγουσι ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι καὶ πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Καὶ γὰρ οἱ τοῦ Ἠλία πόδες εἰς τὴν οἰκίαν τῆς χήρας εἰσελθόντες καινόν τινα καὶ παράδοξον εὐεργεσίας ἐπεδείξαντο τρόπον· ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησαν, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγένετο τότε. Πῶς; Ἔσπειρεν εἰς τὸ τοῦ δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέρισεν ἄλευρον. Οὐκ ἐδεήθη βοῶν καὶ ζεύγους καὶ ἀρότρου καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας. Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα· τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων. Καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ' ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησὶ, καὶ ἐκεῖνος Ἠλίας ἦν. Τί λέγεις, εἰπέ μοι; εἰ καὶ Πέτρος καὶ Ἠλίας ἦν, οὐ τῆς αὐτῆς μετεῖχον φύσεως; οὐ διὰ τῆς αὐτῆς ὁδοῦ παρήχθησαν εἰς τὸν βίον ἡμῖν; οὐ ταῖς αὐταῖς τροφαῖς ἐτράφησαν; οὐ τοῖς αὐτοῖς ἐχρήσαντο πράγμασιν; οὐ τινὲς αὐτῶν καὶ γυναῖκας ἔσχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας βιω 63.722 τικὰς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον κατηνέχθησαν; Ἀλλὰ πολλῆς ἀπήλαυσαν, φησὶ, τῆς χάριτος. Ἀλλ' εἰ μὲν νεκροὺς