οἰκονομοῦντες. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν ὀλίγῳ γενέσθαι τινὰ πιστὸν, τὸ τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ τὴν ἀπό γε τῶν ὄντων δια νέμειν ἐπικουρίαν. Εἰ οὖν ἐν ὀλίγῳ γεγόναμεν ἄ πιστοι, πῶς ἂν λάβοιμεν παρ' αὐτοῦ τὸ ἀληθινὸν, τουτέστι τῶν θείων χαρισμάτων ἀμφιλαφῆ χορη γίαν, ψυχὴν ἀνθρώπου κατακαλλύνουσαν, καὶ τὸ θεῖον αὐτῇ κάλλος ἐγγράφουσαν; (A f. 154 b) Ὅτι δὲ εἰς τοῦτο βλέπει καὶ τέτρα πται τῶν τοῦ Σωτῆρος ῥημάτων ὁ σκοπὸς, καὶ διὰ τῶν ἐφεξῆς εἰδείη τις ἂν εὖ μάλα. Ἔφη γάρ· "Εἰ 72.816 ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;" Ἀλλότριον δὲ εἶναί φαμεν, τὴν τῶν χρημάτων περιουσίαν· οὐ γὰρ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ἀληθὲς εἰπεῖν ὅτι, κατὰ τὸ γεγραμμένον, "Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα." Γενώμεθα οὖν πιστοὶ ἐν τῷ μικρῷ τούτῳ καὶ γηΐνῳ πλούτῳ, ὃς ἐλάχιστός ἐστι καὶ οὐδὲν, ὅτι ῥευστός· καὶ μὴ σφε τεριζώμεθα τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δο θέντα ἡμῖν, ὥστε ἄδικον τὸν πλοῦτον ποιεῖν, διὰ τοῦ κατέχειν αὐτὸν, καὶ ταῦτα, ἀλλότριον ὄντα· τὸ μὲν, ὅτι οὐδὲν εἰσηνέγκαμεν· τὸ δὲ, ὅτι τῶν πτωχῶν ἐστιν· ἵνα τὸν ἡμέτερον θεῖον καὶ οὐράνιον πλοῦτον πιστευθῶμεν, τὸν ἀληθινὸν καὶ μένοντα. Ἀλλότριον μὲν γὰρ ἀνθρώπου παντὸς φυσικῶς, τὸ πλουτεῖν· ἔξωθεν γὰρ προσγίνεται καὶ ἐπισυμβαίνει τισί· κἂν ἀποσυμβῇ καὶ ἀπόλοιτο, παραβλάψοι ἂν οὐδὲν παν τελῶς τοὺς τῆς ἀνθρώπου φύσεως λόγους. Οὐ γὰρ ἔν γε τῷ εἶναι πλούσιοι, λογικοί τέ ἐσμεν, καὶ ἁπά σης ἀγαθοεργίας ἐπιστήμονες, ἀλλ' ἡ τῆς φύσεως ἐπιτηδειότης δεκτικὴ τῶν τοιούτων ἐστὶν, ὅπερ ἐστιν ἡμέτερον. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅταν τοίνυν ἐν τῷ ἀλλοτρίῳ, τουτέστιν ἐν τοῖς ἔξωθεν προσγενομέ νοις, ἄπιστοί τινες εἶεν, πῶς ἂν λάβοιεν τὰ ἑαυτῶν; τουτέστι, πῶς ἂν ἐν μεθέξει γένοιντο τῶν θεοσδότων ἀγαθῶν; ἢ πῶς κομισόμεθα τὸ ἱερόν τε καὶ ἀξιάγα στον κάλλος, ὃ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐγγράφει Θεὸς, διαμορφῶν αὐτὰς πρὸς ἑαυτόν; Γεγόναμεν γὰρ οὕτως ἐν ἀρχαῖς. Ὅτι δ' ἐστὶ τῶν ἀμηχάνων, ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, διαδείκνυσι λέγων· 9Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δου λεύειν. (A f. 217, B f. 154 b) Παράδειγμα τοῦτο σαφές τε καὶ ἐναργὲς, καὶ τῇ τῶν προκειμένων θεωρίᾳ πρεπωδέστατον· συμπέρασμα δὲ ὥσπερ τοῦ παντὸς λόγου, τὸ ἐφεξῆς· "Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ." Εἰ γὰρ δή τις γένοιτο, φησὶ, δύο κυρίων οἰκέτης, μεμερισμένων τοῖς θελήμασιν εἰς τὸ ἐναντίον, καὶ ἀσύμβατον ἀλλήλοις ἐχόντων τὴν γνώ μην, πῶς ἂν δύναιτο ἀμφοτέροις ἀρέσαι; Μεριζόμε νος γὰρ εἰς τὸ ἑκατέρῳ δοκοῦν, τοῖς ἀμφοῖν θελήμα σιν ἀντανίσταται. Πᾶσα γὰρ ἀνάγκη, τὸν αὐτὸν ὁρᾶσθαι πονηρόν τε καὶ ἀγαθόν. Οὐκοῦν εἴπερ ἕλοιτο γνήσιος ἑνὶ γενέσθαι, φησὶ, μισήσει τὸν ἕτερον. Ἀμήχανον δὴ οὖν Θεῷ δουλεῦσαι καὶ μαμωνᾷ· ἐπὶ θάτερον τοίνυν μεταθῶμεν τὴν πᾶσαν σπουδὴν, πολλὰ χαίρειν εἰπόντες τῷ μαμωνᾷ. Ταῦτα γὰρ ἡμῖν ὁ μέ γας εἰσηγεῖται ∆ιδάσκαλος. 9Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες ἐξεμυκτή ριζον αὐτόν.9 (A f. 217 b). Ὥσπερ τὰ τῶν ἐν τοῖς σώμασι πα 72.817 θῶν ἀγριώτερα, τὰς ἐκ τῶν φαρμάκων ἐπικουρίας οὐ προσίεται, φεύγει δὲ ὥσπερ τὴν ἴασιν· κἂν εἴ τις προσάγοι τὸ πεφυκὸς ὠφελεῖν, ἐξαγριοῦται μειζό νως, καὶ οἷον ἀγανακτεῖ, καίτοι τῇ τέχνῃ κολακευό μενα, οὕτω τὰ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπι συμβαίνοντα πάθη σκληρὰ καὶ ἀνουθέτητά πώς εἰσιν ἔσθ' ὅτε, καὶ οὐδενὸς ἀνέχεται λόγου καλοῦντος εἰς ἀπόστασιν τοῦ κακοῦ, καὶ τοῖς ἀμείνοσιν ἐμβιβά ζοντος. Τοῦτο πεπονθότας εὑρήσομεν τοὺς Φαρισαίους, οἳ διὰ φιλαργυρίαν ἐξηυτέλιζον τὰς ἀρίστας παραι νέσεις· καὶ δέον σεβασθῆναι, ἐμυκτήριζον ταῦτα εἰσηγούμενον ∆εσπότην. Ἀλλ' ἡμεῖς ἐξέλωμεν τὸ τῆς φιλαργυρίας κέντρον, ὃ καὶ εἰς ἀσέβειαν ἐγείρειν δύναται,