121
ἀλλὰ καὶ τὰ περὶ συστάσεως κόσμου τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως ψυχῆς τε περὶ οὐσίας καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας τῆς τε καθόλου προνοίας καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τῆς τε τοῦ δευτέρου θεολογίας καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ' Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύταις οἷα νεωτέρους κατηκολουθηκέναι 11.7.10 φάναι. ταῦτα μὲν δὴ καὶ περὶ τῆς τοῦ παντὸς φυσιολογίας. διχῆ δὲ καὶ τὸν περὶ τούτων διαστειλάμενοι λόγον, τὸν μὲν περὶ τῶν αἰσθητῶν οὐκ εἰς ἄκρον ᾤοντο δεῖν εἰς τοὺς πολλοὺς ἐκφέρειν οὐδέ γε τὰς αἰτίας τῆς τῶν ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι γε μὴ ἀπηυτομάτισται τὸ πᾶν μηδ' εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν, ἄγεται δ' ὑφ' ἡνιόχῳ θεοῦ λόγῳ καὶ δυνάμει σοφίας 11.7.11 ἀρρήτου διακυβερνᾶται. περὶ δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα ὅπη τε διατάξεως ἔχει δυνάμεώς τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται, καθ' ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν εὐλαβοῦς 11.7.12 καὶ σώφρονος βίου. τὸν δὲ δὴ βαθὺν καὶ λεληθότα περὶ τούτων λόγον ἐν ἀπορρήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μυεῖσθαι. βραχέα δέ, ὡς ἐν τύπῳ φάναι, εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας τόν τε Πλάτωνα κἀν τούτῳ τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.
11.8.1 θʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΟΗΤΩΝ ΦΥΣΙΟΛΟΓΙΑΣ Οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῆς τῶν νοητῶν καὶ ἀσωμάτων παιδεύσεώς τε καὶ θεωρίας τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς Ἑβραίων προφήταις Πλάτων ὁ θαυμάσιος ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ' ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθών ἐπεὶ καὶ συνίσταται παρ' Αἰγυπτίοις τηνικάδε τὰς διατριβὰς πεποιημένος, καθ' ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων εἴτε καὶ παρ' ἑαυτοῦ τῇ τῶν πραγμάτων ἐπιβαλὼν φύσει εἴθ' ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. «Ὁ θεὸς γὰρ αὐτοῖς φησίν ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.» μάθοις δ' ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος·
ιʹ. ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ, ΜΩΣΕΩΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ Μωσέως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ θεοῦ φήσαντος «Ἐγώ εἰμι ὁ ὤν. οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸςὑμᾶς» παραθεμένου καὶ τὸν θεὸν ἄντικρυς μόνον ὄντα καὶ τῆσδε κυρίως 11.9.2 καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου· πάλιν τε αὖ Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεώς τε καὶ φθορᾶς ἀνειπόντος· «Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ· Ἴδε τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενο11.9.3 μένοις ἀπὸ ἔμπροσθεν ἡμῶν·» τούτοις δὲ καὶ ἡμῶν ἀκολούθως εἰς δύο τὸ πᾶν διαιρούντων, εἴς τε νοητὸν καὶ αἰσθητόν, καὶ τὸ μὲν νοητὸν ἀσώματον καὶ λογικὸν