121
ἀναστῆσαι ἐκελευόμεθα, καὶ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, καὶ καθᾶραι λεπροὺς καὶ χωλοὺς ὀρθῶσαι, καὶ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας τῆς τοιαύτης ἡμῖν· εἰ δὲ πολιτείας ἐξέτασις πρόκειται νῦν, καὶ ὑπακοῆς ἐπίδειξις, καὶ τῶν κακῶν ἀλλοτρίωσις, ποῖον ταῦτα πρὸς ἐκεῖνο ἂν ἔχοι λόγον; Καὶ γὰρ ὁ Χριστὸς οὐ τοῖς τὰ σημεῖα ἐργασαμένοις ἁπλῶς τὰ ἔπαθλα δίδωσιν, ἀλλὰ τοῖς τὰ προστάγματα πεποιηκόσι τὰ αὐτοῦ· ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι ἐθαυματουργήσατε, ἀλλ' ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με. Ὥστε εἰ καὶ ἐκεῖνα συνέστειλε νῦν ἡ χάρις, οὐδὲν ἡμᾶς τοῦτο παραβλάψαι δυνήσεται, ἀλλ' οὐδὲ ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὅταν τὰς εὐθύνας τῶν πεπραγμένων ὑπέχωμεν. Πολιτεία μὲν γὰρ ὀρθὴ καὶ χωρὶς σημείων ἀπολήψεται τοὺς στεφάνους· βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν. Τοιαύτας τοίνυν μετίωμεν ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον ὠφελῆσαι δύναιντ' ἄν. Τοιοῦτον ἡ ἐλεημοσύνη· ἐντεῦθεν καὶ εὐχὴ καὶ νηστεία καὶ πᾶσα ἄλλη ἀρετὴ τὰ νεῦρα ἔχει. Κἂν γὰρ νηστεύῃς, χωρὶς ἐλεημοσύνης οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χεῖρον, ὅσῳ τρυφῆς ὠμότης χαλεπωτέρα. Καὶ τί λέγω νηστείαν; κἂν γὰρ σωφρονῇς, κἂν παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος ἐλεημοσύνην οὐκ ἔχων. Καίτοι τί παρθενίας ἴσον; ὃ μηδὲ ἐν τῇ Καινῇ ὑπὸ νόμον ἦλθεν ἐξ ἀνάγκης διὰ τὸ ὑπερέχον. Εἰ δὲ παρθένοι ἐκβάλλονται, ἐπειδὴ ταύτην μετὰ δαψιλείας τῆς προσηκούσης οὐκ ἔχουσι, τίς δυνήσεται, ταύτης ἄνευ, συγγνώμης τυχεῖν; Οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστιν, ἀλλ' ἀπολέσθαι πάντως ἀνάγκη τὸν ταύτην οὐκ ἔχοντα. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς οὐδεὶς ἑαυτῷ ζῇ, ἀλλὰ καὶ χειροτέχνης καὶ στρατιώτης καὶ γεωργὸς καὶ ἔμπορος πρὸς τὸ κοινῇ συμφέρον καὶ τὸ τοῦ πλησίον ὠφέλιμον συντελοῦσιν ἅπαντες, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο δεῖ ποιεῖν· τοῦτο γὰρ μάλιστά ἐστι ζῇν· ὡς ὅ γε ἑαυτῷ ζῶν μόνῳ καὶ πάντων ὑπερορῶν περιττός ἐστι, καὶ οὐδὲ ἄνθρωπος, οὐδὲ τοῦ γένους τοῦ ἡμετέρου. Ὁ τοίνυν βουλόμενος γενέσθαι πλούσιος, γενέσθω πένης, ἵνα γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει καὶ λογίζου, ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ, καὶ τὰ ἕτοιμα πρόηται. ∆ιὰ τί γὰρ μὴ τοῖς δεομένοις παρέχῃς; Παίδων μοι χορὸς περιέστηκε, φησὶ, καὶ ἐπιθυμῶ πλουτοῦντας αὐτοὺς καταλιπεῖν. Τίνος οὖν ἕνεκεν πένητας αὐτοὺς ποιεῖς; Ἂν μὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς συγκληρονόμον καὶ ἐπίτροπον, θησαυρὸν μυρίον κατέλιπες. Εἰ τοίνυν βούλει τοῖς παιδίοις καταλιπεῖν 63.723 πλοῦτον πολὺν, κατάλιπε τοῦ Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, μηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν δοὺς καὶ σῶμα διαπλάσας καὶ ζωὴν χαρισάμενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύμενον φιλοτιμίαν, πῶς οὐ πάντα αὐτοῖς ἀνοίξει πλοῦτον; Εἰ γὰρ Ἠλίας ὀλίγῳ τραφεὶς ἀλεύρῳ, ἐπειδὴ εἶδε τὴν γυναῖκα ἐκείνην τῶν παίδων αὐτὸν προτιμήσασαν, ἅλωνας καὶ ληνοὺς ἐπὶ τοῦ δωματίου τῆς χήρας ἔδειξεν· ἐννόησον ὁ τοῦ Ἠλία ∆εσπότης πόσην ἐπιδείξεται φιλοφροσύνην. Εἰ βούλει πλουσίους τοὺς παῖδας καταλιπεῖν, τὸν Θεὸν κατάλιπε ὀφειλέτην αὐτοῖς· αὐτοὶ μὲν γὰρ τὰ χρήματα ἂν λάβωσιν, οὐδὲ ὅπου δώσουσιν ἴσασιν· ἂν δὲ σὺ προλαβὼν αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται εὐκολίας ἡ ἀνταπόδοσις. Καὶ γὰρ χάριν ἔχει καὶ ὀφείλων καὶ καταβάλλων ἡμῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς αὐτοῦ τῶν οὐ δεδανεικότων ἥδιον ὁρᾷ· καὶ οἷς μάλιστα ὀφείλει, τούτους μάλιστα φιλεῖ. Ὥστε εἰ βούλει φίλον αὐτὸν ἔχειν, κατάστησον χρεώστην. Οὐ γὰρ οὕτω χαίρει δανειστὴς ὀφειλέτας ἔχων, ὡς ὁ Θεὸς εὐφραίνεται δανειστὰς ἔχων· καὶ οἷς μὲν οὐδὲν ὀφείλει, τούτους καὶ