καθάπερ ἐκείνους. Μακρὸν τοιγαροῦν ἐπ' αὐτοῖς δαπανήσας λόγον ὁ τῶν ὅλων Σωτὴρ, εἶτα τῶν ἰδίων σκεμμάτων καὶ παθῶν οὐκ ἀποφοιτῶντας ὁρῶν, ἐμφιλοχωροῦντας δὲ μᾶλλον τῇ συντρόφῳ σκαιότητι, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγ χων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει ὑποκριτὰς ὄντας καὶ βωμολόχους, καὶ δόξης μὲν ἐραστὰς, ἥπερ ἂν πρέποι δικαίοις τε καὶ ἀγαθοῖς ἀνδράσιν, οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν. 9Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων.9 (A f. 218) Τοῦτο καὶ ἑτέρωθί που πρὸς αὐτοὺς εὑρίσκεται λέγων· "Πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;" Τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς, τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ Θεὸς στεφανοῖ· οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκρι ταὶ, τάχα ταῖς ἑαυτῶν ψήφοις, τὸ δοκεῖν εἶναι σεπτοὶ παρακλέπτουσιν. Ἀλλ' οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ἑαυτὸν στεφανοῖ. Γέγραπται γάρ· "Ἐγ κωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλό τριος, καὶ μὴ τὰ σὰ χείλη." Πλὴν κἂν εἰ δύναιντό πως λαθεῖν οἱ ὑποκριταὶ, καὶ τὰς ἐξ ἀνθρώπων ἁρ πάσαι τιμὰς, ἀλλ' οὖν ὁ Θεὸς, φησὶ, γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν δίκαιον τὸν ἀληθινὸν, σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ· ἀνθρω παρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμι σημένης παρά τε Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. Καταστίξας τοίνυν τοῖς ἐλέγχοις αὐτοὺς, ἕτερόν τι τούτοις προσεπάγει Χριστὸς, ὅπερ ἔμελλον πείσεσθαι, διά γε τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητά τε καὶ ἀπει θίαν. Φησὶ γάρ· 9Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, κ.τ.λ. (A f. 218). Ἐπικρύπτει πάλιν ἀσαφείᾳ τὸ λυποῦν, καὶ κατεσκιασμένην ὥσπερ ποιεῖται τὴν προαγόρευ σιν τῶν συμβησομένων τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ. Μωϋσῆς γὰρ, φησὶ, καὶ σὺν αὐτῷ τῶν ἁγίων προφη τῶν ὁ χορὸς, τοῦ κατ' ἐμὲ μυστηρίου τὴν δύναμιν προκατηγγέλκασι τοῖς ἐπὶ τῆς γῆς. Καὶ ὁ νόμος ἐδή λου διὰ σκιᾶς καὶ τύπων, ὅτι καὶ τὸν τῆς σαρκὸς ὑπομενῶ θάνατον, ἵνα σώσω τὴν ὑπ' οὐρανὸν, καὶ 72.820 καταργήσω τὴν φθορὰν, ἐγηγερμένος ἐκ νεκρῶν. Συμβαίνοντα δὲ τοῖς Μωϋσέως νόμοις, ἐλάλησαν οἱ προφῆται. Ξένον τοίνυν, φησὶν, οὐδὲν, ἤγουν προ εγνωσμένον, ὅταν τοῖς ἐμοῖς ἀπειθήσητε λόγοις· μέ χρι γὰρ Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ τῆς προφητείας τῆς ἐπ' ἐμοὶ καὶ ὑμῖν ἐκτείνεται λόγος. Ἀπὸ δέ γε τῶν ἡμερῶν Ἰωάννου, ἡ βασιλεία τῶν οὐρανῶν εὐ αγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Βασιλείαν δὲ οὐρανῶν φησιν ἐν τούτοις, τὴν ἐν πίστει δικαίω σιν, τὴν τῆς ἁμαρτίας ἀπόνιψιν, τὴν διά γέ φημι τοῦ ἁγίου βαπτίσματος, τὸν διὰ τοῦ Πνεύματος ἁγια σμὸν, τὴν ἐν Πνεύματι προσκύνησιν, τῆς υἱοθεσίας τὸ καύχημα, τῆς μελλούσης δοθήσεσθαι τοῖς ἁγίοις δόξης τὴν ἐλπίδα. Εὐαγγελίζεται τοίνυν ἡ τῶν οὐρα νῶν βασιλεία, παρελθόντος εἰς μέσον τοῦ Βαπτιστοῦ, καὶ λέγοντος· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·" καὶ καταδεικνύντος ἤδη παρόντα τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Πᾶς δὲ εἴ τις γέγονε τῶν ἱερῶν κηρυγμάτων κατήκοος καὶ ἐρα στὴς, εἰσβιάζεται· τουτέστιν ἁπάσῃ προθυμίᾳ καὶ παντὶ σθένει χρώμενος, εἴσω παρελθεῖν τῆς ἐλπίδος ἐπιθυμεῖ. Ὡς γὰρ ἑτέρωθί πού φησιν, "Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν." 9Εὐκοπώτερον δέ ἐστι, κ.τ.λ.9 (A f. 218 b) Εὐκοπώτερον εἶναί φησι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, οὔπω τοῦτο γίνεσθαι Θεοῦ προστάττοντος, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Νόμον δέ φησιν ἔσθ' ὅτε συλλήβδην ἅπασαν τὴν θεό πνευστον Γραφὴν, τουτέστι, τὰ Μωϋσέως καὶ προφη τῶν. Τίνα τοίνυν προαπηγγέλκασιν, ἃ καὶ δεῖ πάν τως ἐκβῆναι πρὸς πέρας; Προηγόρευσαν ὅτι διὰ πολλὴν ἀπιστίαν καὶ τρόπων ἀνοσιότητα, τῆς πρὸς Θεὸν οἰκειότητος ἀπολισθήσει, καίτοι πρωτότοκος ὢν ἐν τέκνοις ὁ Ἰσραήλ· καὶ ὅτι τῆς παρ' αὐτοῦ ἀγάπης ἐξωσθήσεται ἡ Ἱερουσαλήμ. Καὶ γοῦν ἔφη περὶ αὐτῆς διὰ φωνῆς Ὠσηέ· "Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν