1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

122

τὴν φύσιν ἄφθαρτόν τε καὶ ἀθάνατον εἶναι ὁριζομένων, τὸ δ' αἰσθητὸν ἐν ῥύσει καὶ φθορᾷ μεταβολῇ τε καὶ τροπῇ τῆς οὐσίας ὑπάρχειν, πάντων δ' ἐπὶ μίαν ἀρχὴν ἀνακεφαλαιουμένων, ἕν τε εἶναι τὸ ἀγένητον καὶ τὸ κυρίως καὶ ἀληθῶς ὂν δογματιζόντων, τὸ πάντων ἀσωμάτων τε καὶ σωμά11.9.4 των αἴτιον· θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Ἑβραίων γραφῆς παραξέσας ὁ Πλάτων ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν· «Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.» 11.9.5 Ἆρ' οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον «ἐγώ εἰμι ὁ ὢν» μεταποιήσας διὰ τοῦ «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον;» καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι μηδ' ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν τί τὸ ὄν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων· «τὸ μὲν δὴ νοήσει μετὰ 11.9.6 λόγου περιληπτὸν ὄν.» τὸ δὲ Σολομώντειον φῆσαν· «τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον» αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη λέγων· «τὸ δ' αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.» οἷς καὶ ἐπιφέρει· 11.9.7 «Ταῦτα γὰρ πάντα μέρη χρόνου, τὸ ἦν καὶ ἔσται· ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν ἐστί τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διὰ χρόνον οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδ' εἰσαῦθις ἔσεσθαι τὸ παράπαν οὐδ' ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ' ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τὸ γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον.» 11.9.8 Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνάς, ὑπομνήμασι χρήσομαι τῶνδε τῶν λόγων τὴν διάνοιαν ἐκφαίνουσι. πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν, ἐμοὶ δ' ἐξαρκεῖ τὰ νῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν·

11.10.1 ιαʹ. ΑΠΟ ΤΟΥ ΠΕΡΙ ΤΑΓΑΘΟΥ ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΕΙΟΥ «Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγώμεθα καὶ λέγωμεν· τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται, ἀλλ' ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, 11.10.2 τῷ ἐνεστῶτι μόνῳ. τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. 11.10.3 οὔκουν εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἶναι ἢ μηκέτι ἢ μηδέπω, ὡς τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνα11.10.4 τον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι. εἰ δὲ οὕτως ἔχει, σχολῇ γ' ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ ἄρα ἂν ἀΐδιόν τε βέβαιόν τε ἐστὶν ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν. οὐδὲ γέγονε μέν, ἐφθάρη δὲ οὐδ' ἐμεγεθύνατο μέν, ἐμειώθη δὲ οὐδὲ μὴν ἐγένετό πω πλεῖον ἢ ἔλασ11.10.5 σον. καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται· οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν