122
ἀποφεύγει· οἷς δὲ ὀφείλει, τούτοις καὶ ἐπιτρέχει. Τί τοίνυν τοῖς ἀνθρώποις τὰς παρακαταθήκας παρέχεις; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι καὶ τηρῆσαι, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναί σοι τῆς προσθήκης. Ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ ταύτας μόνον, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σου τοὺς κινδύνους. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οἱ δεξάμενοι τὰς παρακαταθήκας, χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάττοντες ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ' εἰληφέναι ὁμολογεῖ, ὅταν παρὰ σοῦ ταύτας δέξηται. Καὶ ὁ μὲν τὰς παρακαταθήκας λαβὼν, καὶ μισθοὺς ἀπαιτεῖ παρὰ σοῦ· ὁ δὲ Χριστὸς μᾶλλον καὶ μισθὸν ὑπὲρ τούτου σοι δίδωσι. ∆ιὰ γὰρ τοῦτό σοι τὰ χρήματα ἐκέλευσεν ὁ Θεὸς δοῦναι ἑτέρῳ, ἵνα σὺ αὐτὰ ἔχῃς· ἕως μὲν γὰρ ἂν μόνος κατέχῃς, οὐδὲ αὐτὸς ἔχεις· ὅταν δὲ ἑτέρῳ δῷς, τότε καὶ αὐτὸς ἔλαβες. Ὥσπερ γὰρ εἰ παιδίῳ τις ἀργύριον μικρῷ δῴη καὶ κελεύει κατέχειν σφοδρῶς, ἢ καὶ τῷ οἰκέτῃ δῴη φυλάττειν σφοδρῶς, ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ, οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ∆ὸς τῷ δεομένῳ, φησὶν, ἵνα μὴ ἁρπάσῃ τις αὐτὰ ἀπὸ σοῦ, οἷον ἢ συκοφάντης, ἢ διάβολος, ἢ κλέπτης, ἢ μετὰ πάντας ὁ θάνατος. Ἕως μὲν γὰρ αὐτὸς ταῦτα κατέχεις, οὐκ ἀσφαλῶς κατέχεις· ἐὰν δὲ ἐμοὶ ταῦτα δῷς διὰ τῶν πενήτων, ἐγώ σοι φυλάττω μετὰ ἀκριβείας ἅπαντα. Οὐ γὰρ ἵνα ἀφέλωμαι, λαμβάνω, ἀλλ' ἵνα πλείονα ποιήσω, ἵνα ἀκριβέστερον φυλάξω· ἵνα κατ' ἐκεῖνόν σοι αὐτὰ τηρήσω τὸν χρόνον, καθ' ὃν οὐδεὶς ὁ δανείζων, οὐδὲ ὁ ἐλεῶν ἐστι. Τί ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων ἐν τοῖς σοῖς θησαυροῖς ἀποκρύπτων; τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων; τὰ πατρῷα θέλουσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον· ἀρκεῖ σοι ὅτι διδόναι, οὐ λαμβάνειν ἐτάχθης. Τί τῇ γῇ παραδίδως τὸν θησαυρόν; δὸς τῇ ἐμῇ χειρὶ, φησί. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς ∆εσπότης; 63.724 Ἔδωκα, φησίν. Ἀλλ' οὐ χρὴ διαλιμπάνειν ταῦτα ποιοῦντα· τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ' ἂν ἔχῃς, κἂν μυρίοις ᾖς δεδωκὼς, ὦσι δὲ καὶ ἕτεροι πεινῶντες, οὐδεμία σοι ἀπολογία ἐστί. Μήτε γοῦν ὁ πλούσιος μέγα φρονείτω πολλὰ διδοὺς, μήτε ὁ πένης καταπιπτέτω, ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκε. Τὸ γὰρ πολὺ καὶ τὸ ἔλαττον οὐ τῷ μέτρῳ τῶν διδομένων κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων. Σὺ δὲ παρασίτους μὲν τρέφων καὶ κόλακας ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δὲ πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πενίας ἐπιτίθεται φόβος. ∆ὸς τῷ δεομένῳ καὶ μὴ δὸς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου· σὺ γὰρ αἴτιος εἶ τῆς ἐκείνου ἀπωλείας διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν, ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες. Τυφλὸς οἶδεν ἐλεούμενος εἰς οὐρανῶν βασιλείαν χειραγωγεῖν, καὶ τοίχοις προσκρούων καὶ βόθροις ἐνολισθαίνων, οὗτος ὁδοποιὸς γίνεται τῆς εἰς οὐρανὸν ἀναβάσεως. Ὅταν γὰρ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένη οἶδεν, οὐδεὶς οἶδεν, ἐπειδὴ οὐχ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπεν, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐτοῖς. Ὢ πηλίκον ἀξίωμα τῆς πενίας! τοῦ Θεοῦ γίνεται προσωπεῖον· κρύπτεται ἐν πενίᾳ Θεὸς, καὶ πένης μὲν ὁ τὴν χεῖρα προτείνων, Θεὸς δὲ ὁ δεχόμενος. Ὅταν σοι λυπηρόν τι συμβῇ, δὸς ἐλεημοσύνην εὐθέως· εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν. Καὶ εἰ ἀπιστεῖτε, πειράσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Ἀλλ' ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀγνωμοσύνης! ὅτι διαπαντὸς μὲν ἐν ἁμαρτίαις καὶ πονηρίαις ζῶμεν· ἂν δέ ποτέ τι καὶ ποιήσωμεν μικρὸν ἀγαθὸν, κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν, μετὰ πολλῆς τῆς καπηλείας ἐξετάζομεν καὶ ἀκριβολογούμεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει μισθόν τινα τὸ