123
ὀπίσω οὐδὲ πρόσω, οὔτε ἄνω ποτὲ οὔτε κάτω, οὐδ' εἰς δεξιὰ οὐδ' εἰς ἀριστερὰ μεταθεύσεταί ποτε τὸ ὂν οὔτε περὶ τὸ μέ σον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἑστήξεται καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως.» 11.10.6 Καὶ ἑξῆς μεθ' ἕτερα ἐπιλέγει· «Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. αὐτὸς δ' οὐκέτι σχηματισθήσομαι οὐδ' ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ 11.10.7 πάλαι ζητούμενον. ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι μηδὲ φθαρήσεσθαι μηδ' ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι μήτε μεταβολὴν κρείττω ἢ φαύλην, εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ' ὑφ' ἑτέρου προσ11.10.8 αναγκάζεσθαι. ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον.» 11.10.9 Εἶθ' ὑποκαταβὰς ἐπιλέγει· «Τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. τὸν δ' ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ' ἑτέρου γε χρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα 11.10.10 δυναμένου, οἵου Πυθαγόρου. λέγει γοῦν Πλάτων φέρ' ἀναμνησθῶ πῶς λέγει· «Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ' αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.» 11.10.11 ἤρετο γὰρ δή, τί ἐστι τὸ ὄν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀΐδιον.» 11.10.12 Εἶτα ὑποβάς φησιν· «Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, 11.10.13 τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν καί, ὥς φησι Πλάτων, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν;» 11.10.14 Ταῦτα μὲν οὖν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι' οὗ φάναι μνημονεύεται· «Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;» 11.10.15 Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν ἐπὶ πλεῖον καὶ ὁ Πλούταρχος ἐξαπλῶν συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι' ὧν τοτὲ μὲν εἰσάγεται λέγων ὁ χρηματίζων θεός· «∆ιότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ 11.10.16 ἠλλοίωμαι·» τοτὲ δ' εἰς αὐτὸν ἀφορῶν ὁ προφήτης ἀποτείνεται, ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε καὶ μεταβληθείη, «σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» σκόπει γοῦν εἰ μὴ ὡς ἐν προτάσει τοῦ τε παρὰ Μωσεῖ φήσαντος «ἐγώ εἰμι ὁ ὢν» καὶ τοῦ «ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι» καὶ τοῦ «σὺ δὲ ὁ αὐτὸς εἶ» δόξαι ἂν ὁ Πλούταρχος ἐν τῷ Περὶ τοῦ ΕΙ τοῦ ἐν ∆ελφοῖς τὴν διάνοιαν ὑφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν·
11.11.1 ιβʹ. ΠΛΟΥΤΑΡΧΟΥ ΑΠΟ ΤΟΥ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΥ ΣΥΓΓΡΑΜΜΑΤΟΣ ΠΕΡΙ ΤΟΥ ΕΝ ∆ΕΛΦΟΙΣ ΕΙ
«Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ' ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ