123
γινόμενον. Καίτοι μείζων ὁ μισθὸς, ἐὰν μὴ ἐπ' ἐλπίδι μισθῶν ποιῇς· δεῖ γὰρ πάντα διὰ τὸν Χριστὸν, καὶ μὴ διὰ τὴν ἐλπίδα ποιεῖν τοῦ μισθοῦ. Εἰ γὰρ ποιήσας ἡμᾶς ὁ Θεὸς ἐξ ἀρχῆς, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου καλοῦ, τοσαῦτα ἡμῖν εὐθέως ἐχαρίσατο, τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαρίσεται; καὶ ἡμεῖς μὲν ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου χρυσίου καταφρονοῦμεν, αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν αὐτοῦ δέδωκε. Καὶ ὑπὲρ μὲν φιλίας ἀνθρώπων καὶ κινδυνεύειν πολλάκις αἱρούμεθα· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐδὲ χρήματα προϊέμεθα; Καὶ πῶς οὐ δεινὸν, ὅτι ὁ μὲν Χριστὸς καὶ τὴν ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν, καὶ τὸ αἷμα τὸ τίμιον ἐξέχεε δι' ἡμᾶς, τοὺς οὐκ εὔνους οὐδὲ ἀγαθοὺς γεγενημένους· ἡμεῖς δὲ οὐδὲ χρήματα προχέομεν δι' αὐτὸν, ἀλλὰ περιορῶμεν γυμνὸν καὶ ξένον τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα; καὶ τίς ἡμᾶς τῆς μελλούσης ἐξαιρήσεται κολάσεως; Εἰ γὰρ μὴ ὁ Θεὸς, ἀλλ' ἡμεῖς ἑαυτοὺς ἐκολάζομεν, ἆρα οὐκ ἂν καθ' ἑαυτῶν τὴν ψῆφον ἐξηνέγκαμεν; ἆρα οὐκ ἂν τῷ τῆς γεέννης ἑαυτοὺς κατ 63.725 εδικάσαμεν πυρὶ, τὸν ὑπὲρ ἡμῶν τὴν ψυχὴν θέντα λιμῷ τηκόμενον περιορῶντες; Καὶ τί λέγω χρήματα; εἰ γὰρ μυρίας εἴχομεν ψυχὰς, οὐχὶ ἁπάσας ὑπὲρ αὐτοῦ θεῖναι ἐχρῆν; Εἴ τις ἡμῶν ἐπὶ θάνατον ἤγετο, εἶτα προύκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνόμισε· νῦν δὲ τὴν ἐπὶ γεέννης ἀγομένους ὁδὸν, παρὸν τὰ ἡμίση διδόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι; καὶ ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἑαυτοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα μετὰ ἀδείας καρπώσασθαι; Εἰ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν, καὶ οὐδὲ ἐνταῦθα πολὺν παραμένοντος χρόνον· πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες πάντα κινοῦσιν ὑπὲρ αὐτῆς· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσι, ὑπὲρ τῆς μενούσης ἐκείνης καὶ ἀναφαιρέτου τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων, ἃ καὶ μικρὸν ὕστερον ἄκοντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα, ταῦτα παρὸν ἑκόντας δοῦναι, καὶ μεθ' ἑαυτῶν λαβεῖν, μὴ βουληθῆναι; Ἀλλὰ οἰκέταις μὲν καὶ ἡμιόνοις καὶ ἵπποις περιδέῤῥαια χρυσᾶ περιτίθεμεν· τὸν ∆εσπότην δὲ γυμνὸν περιιόντα καὶ θυραυλοῦντα καὶ χεῖρα ἐκτείνοντα περιορῶμεν, καὶ πολλάκις ἀπηνεῖ βλέπομεν ὀφθαλμῷ. Τί ταύτης τῆς μανίας χεῖρον γένοιτ' ἄν; Ὅταν γὰρ ὁ Θεὸς πρὸς ἡμᾶς ἀποστέλλῃ τοὺς πένητας, ἐκ τῶν ἐκείνου δοῦναι κελεύων αὐτοῖς, ἡμεῖς δὲ πρὸς τῷ μὴ δοῦναι καὶ ὑβρισθέντας ἐκπέμπωμεν, ἐννόησον πόσων σκηπτῶν, πόσων κεραυνῶν ἄξιον πρᾶγμα ποιοῦμεν. Εἰ γὰρ σὸς οἰκέτης, παρὰ σοῦ κελευσθεὶς εἰς ἕτερον ἀπελθεῖν οἰκέτην ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθείς· τί οὐκ ἂν εἰργάσω τὸν ὑβρικότα; πόσην οὐκ ἂν δίκην ἀπῄτησας, ἅτε λοιπὸν αὐτὸς ὢν ὁ ὑβρισμένος; Εἰ δὲ ἐπὶ ἀνθρώπων τοῦτο, ἐπὶ τοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν ἁπάντων ∆εσπότου πόσῳ μᾶλλον; Εἰ μηδὲν βούλει δοῦναι αἰτοῦντι τῷ πένητι, τί καὶ ὀνειδίζων πλήττεις τὴν ἐκείνου ψυχήν; μὴ γὰρ, εἰ προσεδόκησε τοιαῦτα ἀκούσεσθαι, προσῆλθέ σοι ἄν; Ἀλλ' ἀναίσχυντός ἐστι, φησὶ, καὶ ἐπιτρέχων βοᾷ. Τί λέγεις; ποσάκις τραπέζης παρακειμένης τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι γε σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς ἡδονῆς· καὶ σαυτὸν μὲν ὑπὲρ τοῦ μηδενὸς ἐκθηριούμενον, οὐ καλεῖς ἀναίσχυντον· τὸν δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ ἅπας ὁ φόβος αὐτῷ), τοῦτον ἰταμὸν καλεῖς καὶ ἀναίσχυντον; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Εἰ σὺ μικράν τινα σταγόνα κατενεχθεῖσαν ὁρῶν ἀπὸ τῆς στέγης, καὶ οἰκέτας καλεῖς καὶ τεχνίτας, καὶ πάντα