Γραφή· ἀνάστα σις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν 72.824 ἁγίων ἀγγέλων. Οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν ὅτι "Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ ρανοῦ. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἐν Χριστῷ ἄφθαρτοι." Οὔπω τοίνυν ἐξ οὐρανῶν κατα βεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις· εἶτα, πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις, ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; Ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχη ματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. Ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ' ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις, ἐσχάτῃ συνόντα πτωχείᾳ καὶ ἀῤῥωστίᾳ, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα τοῦτον εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. Οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ Χριστοῦ, οὔτε ἀνά στασις γέγονεν, οὔτε πράξεων ἀνταπόδοσις ἠκολού θησέ τισιν. Ἀλλ' ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγρα πται πλούσιος τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν' εἰδεῖεν ὡς οἱ τὸν ἐπὶ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ, καὶ 72.825 εὐμετάδοτοι, καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περι πεσοῦνται δίκῃ. Ἀναγκαῖον δὲ οἶμαι πρότερον εἰπεῖν, ποία γέγο νεν ἡ τοῦ λόγου πρόφασις, ἢ ποίου πράγματος εἰς παράδειξιν, τὴν προκειμένην παραβολὴν ἄριστα διαμορφοῖ καὶ διαπλάττει Χριστός. Ἀπετέλει τοίνυν ἡμᾶς ὁ Σωτὴρ τεχνίτας εἰς ἀγαθοεργίαν, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐβούλετο διαπρέπειν. Ἤθελε γὰρ εἶναι φιλαλλήλους, καὶ φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς· μάλιστα δὲ τοῖς ἐν τῷδε τῷ κόσμῳ πλουσίοις τὰς ἐπ' αὐτῷ δὴ τούτῳ παραινέσεις συντιθεὶς, καὶ εἰς ὁδὸν αὐτοὺς ἀποφέρων τὴν τοῖς ἁγίοις πρεπωδεστά την, ἔφασκε· "Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην." Καὶ ἡ μὲν ἐντολὴ καλή τε καὶ ἀγαθὴ καὶ σωτήριος. Οὐκ ἠγνόησε δὲ Χριστὸς, ὅτι τὸ δύνα σθαι κατορθοῦν τὸ κεκελευσμένον, οὐκ ἔνεστι τοῖς πολλοῖς· ἀσθενεῖ γὰρ ἀεὶ πρὸς τὰ δυσχερῆ καὶ δυσήνυτα τῶν κατορθωμάτων ὁ ἀνθρώπινος νοῦς· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλάνθρωπος, ἐπενόησέ τινα τρόπον ἐπικουρίας αὐτοῖς· ἵνα μὴ τὸν ἐνταῦθα πλοῦτον διηνεκής τε καὶ ἀναπόβλητος διαδέξηται πτωχεία, καὶ τὰς προσκαίρους τρυφὰς αἰωνία κό λασις. Εἰ γὰρ μὴ ἀνέχεσθε, φησὶ, τὸν φιλήδονον ἀφεῖναι πλοῦτον, καὶ ἀπεμπολῆσαι ὁλοκλήρους τὰς οὐσίας, καὶ διαδοῦναι τοῖς δεομένοις, κἀν γοῦν τοῖς ἐλάττοσιν ἐνευδοκιμεῖν σπουδάσατε· ποιήσατε ἑαυ τοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, τουτέστι μὴ μόνον ἑαυτῶν ποιήσησθε τὸν πλοῦτον, ἀλλὰ καὶ τοῖς δεομένοις χεῖρα ἁπλώσατε· συναλγήσατε τοῖς κά μνουσι, παραμυθήσασθε ἁγίους τὴν οὐκ ἀβούλητον ἀγαπῶντας πτωχείαν, ἵν' ἀπερισπάστως τῷ Θεῷ λατρεύωσιν. Ἔσται δὲ τοῦτο ὑμῖν οὐκ ἄμισθον· ὅταν γὰρ ὑμῖν ὁ ἐπίγειος ἐπιλείψῃ πλοῦτος, τῷ τέλει τοῦ βίου κατειλημμένοις, τότε κοινωνοὺς ὑμᾶς ποιή σονται τῆς ἑαυτῶν ἐλπίδος, καὶ τῆς δοθησομένης αὐτοῖς ἐκ Θεοῦ παρακλήσεως· τοὺς γὰρ καμόντας ἐν τῷδε τῷ βίῳ, καὶ ἐπιεικῶς τὸ δυσαχθὲς τῆς πενίας διενεγκόντας φορτίον, ὡς ἀγαθὸς ἀνακτήσεται. Τοιοῦτόν τι καὶ ὁ σοφώτατος Παῦλος τοῖς οὖσιν ἐν πλούτῳ συμβουλεύει, λέγων περὶ τῶν ταλαιπωρου μένων· "Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέ ρημα." Τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἐπιτάττοντος, πλὴν ὅπερ ἔφη Χριστὸς, "Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ." Ὅτι δὲ τὸ μὴ ἀνέχεσθαι τοῦτο δρᾷν, ὀλέθρου πρόξενον καὶ πυρὸς ἀσβέστου, διαδείκνυσι, τὴν προκειμένην ἡμῖν ἐκφήνας παραβολήν· "Ἄνθρωπος γάρ τις ἦν πλούσιος σφόδρα," φησίν. Ἐνταῦθά μοι βλέπε καὶ ἐπιτήρησον ἀκριβῶς τοῦ Σωτῆρος τοὺς λόγους, πολύ τι τὸ σοφὸν ἐμφαίνοντας. Καίτοι