124
προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν 11.11.2 καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως. ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν τῶν ἐνταῦθα προσιόντων οἷον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτόν, ὃ τοῦ χαῖρε δὴ οὐθὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμεν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγό11.11.3 ρευσιν ἀποδιδόντες. ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη φάσμα παρέχει 11.11.4 καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς. ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται, τῇ μὲν εἰς τὸ γινόμενον αὐτοῦ, τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λα11.11.5 βέσθαι μένοντος οὐδὲ ὄντος ὄντως δυνάμενος. «ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ» καθ' Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν, ἀλλ' ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ' ἅμα συνίσταται καὶ ἀπολείπει καὶ 11.11.6 πρόσεισι καὶ ἄπεισιν. ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ' ἵστασθαι τὴν γένεσιν, ἀλλ' ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανί σκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας 11.11.7 ταῖς ἐπιγινομέναις. ἀλλ' ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, «πυρὸς θάνατος ἀέρι γένεσις», ἀλλ' ἔτι σαφέστερον ἐπ' αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον, ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον· μένει δὲ οὐδὲ εἷς οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοί, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ 11.11.8 ὀλισθαινούσης. ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφήν, οὐ διάνοιαν 11.11.9 ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ' ἔστιν ἀλλ' ἢ ἐκ τοῦ αὐτὸν μεταβάλλειν, γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ 11.11.10 αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον. τί οὖν ὄντως ὄν ἐστιν; τὸ ἀΐδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον αἰεὶ καὶ μὴ στέγον ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως ὁ χρόνος. οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν αὐτόθεν ἐξομολόγησίς ἐστι 11.11.11 τοῦ μὴ ὄντος. τὸ γὰρ ἐν τῷ εἶναι μηδέποτε γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ἐν ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγ11.11.12 γόμεθα, τοῦτ' αὖ πάλιν ἐκδυόμενος ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη φύσις, οὐδὲ αὐτὴ μένον οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς 11.11.13 τὸν χρόνον συννέμησιν. ὅθεν οὐδὲν τοιοῦτον ἔστιν ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις 11.11.14 τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος. ἀλλ' ἔστιν ὁ θεός, εἰ χρὴ φάναι, καὶ ἔστι κατ' οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδὲ