[The Bidding Prayer for the Evening.]
XXXVI. Save us, O God, and raise us up by Thy Christ. Let us stand up, and beg for the mercies of the Lord, and His compassions, for the angel of peace, for what things are good and profitable, for a Christian departure out of this life, an evening and a night of peace, and free from sin; and let us beg that the whole course of our life may be unblameable. Let us dedicate ourselves and one another to the living God through His Christ. And let the bishop add this prayer, and say:—
[36] Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς ὁ διάκονος ἐρεῖ: Ὅσοι πιστοί, δεηθῶμεν τοῦ Κυρίου. Καὶ μετὰ τὸ προσφωνῆσαι αὐτὸν τὰ τῆς πρώτης εὐχῆς ἐρεῖ: Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ Θεός, διὰ τοῦ Χριστοῦ σου. Ἀναστάντες αἰτησώμεθα τὰ ἐλέη τοῦ Κυρίου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, τὰ καλὰ καὶ συμφέροντα, χριστιανὰ τὰ τέλη, τὴν ἑσπέραν καὶ τὴν νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἀκατάγνωστον αἰτησώμεθα: ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.