125
ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον οὐδὲ νεώτερον· ἀλλ' εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε· καὶ μόνον ἐστὶ τὸ κατ' αὐτὸ ὄντως ὄν, οὐ γεγονὸς οὐδὲ ἐσόμενον οὐδὲ 11.11.15 ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν ἢ καὶ νὴ ∆ί', ὡς ἔνιοι τῶν παλαιῶν, «εἶ ἕν.» οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν ὡς ἡμῶν ἕκαστος, ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικὸν μεμιγμένον· ἀλλ' ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν· ἡ δὲ ἑτερότης, διαφορὰ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος.»
11.12.1 ιγʹ. ΟΤΙ ΑΡΡΗΤΟΝ ΤΟ ΘΕΙΟΝ
Μωσέως καὶ τῶν παρ' Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς παρ' αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλάτων συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῇ οἷά φησιν ἄκουε· 11.12.2 «Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ' ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.» Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπών· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.» καὶ ἄλλος πάλιν· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.»
11.13.1 ιδʹ. ΟΤΙ ΘΕΟΣ ΕΙΣ ΕΣΤΙ ΜΟΝΟΣ Μωσέως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος· «Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστι,» πάλιν ὁ Πλάτων τούτῳ συντρέχων ἕνα θεὸν εἶναι ὡς καὶ οὐρανὸν ἕνα διδάσκει, ὧδέ πη λέγων ἐν Τιμαίῳ· 11.13.2 «Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα, ὁπόσα νοητὰ ζῷα, μεθ' ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη.» 11.13.3 ∆ῆλος δέ ἐστιν ἕνα θεὸν εἰδώς, εἰ καὶ συνήθως Ἕλλησι τῇ τῶν πλειόνων εἴωθε χρῆσθαι προσηγορίᾳ, καὶ ἀπὸ τῆς πρὸς ∆ιονύσιον Ἐπιστολῆς ἐν ᾗ σύμβολα διδοὺς τῶν τε διὰ σπουδῆς αὐτῷ γραφομένων ἐπιστολῶν καὶ τῶν ἄλλως ἀπερριμμένων, τῶν μὲν μηδὲν ἐχουσῶν σπουδαῖον σημεῖον τὸ τῶν θεῶν ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομένων τὸ τοῦ θεοῦ. λέγει δ' οὖν ὧδε κατὰ λέξιν· 11.13.4 «Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ' ἐννόει καὶ σφόδρα πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ἧττον.» 11.13.5 ∆ιαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιῶν τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς Νόμοις· «Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ' αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος· εἰ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως, ὡς δὴ οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν