1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

125

ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης καὶ τῶν παίδων; πόσης ταῦτα πενίας οὐ χείρονα; Καὶ οὐ μόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡμῶν ὡς ἀναίσχυντοι. Καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος, ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Πῶς γὰρ οὐκ ἄτοπον, ὅτι σὺ μὲν γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρασύρων, καὶ μαλακοῖς ἐνθαπτόμενος στρώμασι τὸν βίον διατελεῖς· τὸν δὲ πένητα γυμνὸν καὶ τρέμοντα καὶ λιμώττοντα περιορᾷς; Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον, ὅπου γε καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται; Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας, οὔτε ἀπὸ τῆς συμφορᾶς τοὺς ἀνηλεεῖς ἐπεσπάσαντο, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμόν· κουφότερον εἶναι νομίζοντες ἀποστερεῖσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ, καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ὄντως μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Ἐλεημοσύνη γάρ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλὺς, ἐπεὶ τοῦτο οὐδὲ χάρις· τὸν γὰρ ἕτερον ἐλεοῦντα χαίρειν, οὐ δυσχεραίνειν χρή. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν αὐτὸς ἀθυμεῖς; Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ καὶ ὅλως ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γίνηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς, ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν; ∆ιὰ τί; ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι, καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων· οἱ δὲ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Μὴ τοίνυν λέγωμεν ὅτι Ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς 63.728 τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον· κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, οὕτω σοι ὁ Χριστὸς λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου. Πέτρος καὶ Ἰωάννης ἀνέβαινόν ποτε εἰς τὸ ἱερὸν προσεύξασθαι, καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ βασταζόμενος, ἔκειτο πρὸς τὴν θύραν τοῦ ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην λαβεῖν παρ' αὐτῶν. Τί οὖν ὁ Πέτρος; Βλέψον εἰς ἡμᾶς, φησὶν, ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων οὐδὲ ἀποκρίσεως· ὁ στολισμὸς δείκνυσί σοι τὸν ἀκτήμονα. Τί οὖν; τοῦτο ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς πρὸς τὸν πένητα ἵνα μὴ διορθώσῃ τὴν πενίαν, ἵνα εἴπῃς αὐτῷ, Οὐκ ἔχω χρυσίον καὶ ἀργύριον; Ἀνάμεινον μικρὸν, καὶ ὄψει μείζονα πλοῦτον· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Εἶδες πενίαν χρημάτων, καὶ πλοῦτον χαρισμάτων; Ὅρα λοιπὸν αὐτοῦ καὶ τὴν ἐπιείκειαν· Βλέψον εἰς ἡμᾶς, φησίν. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδόρησεν, οὐκ ἀπεκρούσατο, ὃ πολλάκις ποιοῦμεν ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας αὐτοὺς ἀπαιτοῦντες, πρὸς ἐργασίαν αὐτοὺς παραπέμποντες, ἐγκαλοῦντες αὐτοῖς ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπαιδεύθης, ἄνθρωπε; οὐκ ἐκελεύσθης ἀργίαν ἐγκαλεῖν, οὐδὲ κακίαν κατηγορεῖν, οὐδὲ νωθρείαν ὀνειδίζειν, ἀλλὰ πενίαν διορθοῦσθαι, καὶ συμφορὰν ἰᾶσθαι, καὶ χεῖρα τοῖς κειμένοις ὀρέγειν. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγμόνει, μέλλων ἐλεημοσύνην ποιεῖν· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας ἐστὶν, ὑπὲρ ἑνὸς ἄρτου ζωὴν ὁλόκληρον περιεργάζεσθαι. Εἰ γὰρ ἀνδροφόνος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν ὁ προσαιτῶν ἐστιν, ἄρτου καὶ ἀργυρίων ὀλίγων οὐ δοκεῖ σοι