σκανδάλων εὑρεταῖς ἐπιπλήττει λέγων ὁ μακάριος Παῦλος· "Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνετε." Ἵνα δὲ τὰ τοιαῦτα σκάνδαλα μὴ κατισχύσωσι τῶν πεπιστευ κότων, ἔφη που Θεὸς τοῖς τὸν ὀρθὸν τῆς ἀληθείας πρεσβεύουσι λόγον, καὶ εὖ εἰδόσι μυσταγωγεῖν· "Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε." Πικρὰν δὲ τὴν δίκην ἐπήρτησεν ὁ Σωτὴρ τοῖς τὰ τοιάδε τιθεῖσι σκάνδαλα. Ἔοικε δέ πως, οὐ τῶν τοιούτων σκανδάλων διαμεμ νῆσθαι νῦν, ἐκείνων δὲ μᾶλλον, ἅπερ δὴ συμβαίνει πλειστάκις ἐξ ἀνθρωπίνης μικροψυχίας μεταξὺ φίλων τε καὶ ἀδελφῶν. Ἀποφέρει δὲ ἡμᾶς εἰς τὰς ἐπὶ τοῖς τοιούτοις ὑποψίας, ὁ γείτων εὐθὺς καὶ ἐπενηνεγμένος τοῖς πρώτοις λόγος, ὁ περί γε, φημὶ, τοῦ συγγινώσκειν ἀδελφοῖς, εἰ γένοιτό πως αὐτοὺς εἰς ἡμᾶς πλημμε λεῖν. Ποῖα τοίνυν τὰ τοιάδε σκάνδαλα; Μικροψυχίαι τάχα που καὶ λύπαι, δίκαιοί τε καὶ ἄδικοι παρορ γισμοὶ, λοιδορίαι, καταλαλιαὶ πολλάκις, καὶ τὰ τού τοις ἀδελφὰ καὶ ὁμοειδῆ τῶν πταισμάτων. Ταῦτα, φημὶ, οὐκ ἐνδέχεται μὴ ἐλθεῖν· ἆρ' ὡς ἀναγκαίως ἐπιφέροντος αὐτά τισι τοῦ ἐπὶ πάντας Θεοῦ; Μὴ γένοιτο· φαῦλον γὰρ οὐδὲν παρ' αὐτοῦ, πηγὴ δὲ μᾶλ λόν ἐστι πάσης ἀρετῆς. Πῶς οὖν οὐκ ἐνδέχεται μὴ συμβαίνειν αὐτά; ∆ιὰ τὴν ἡμῶν που πάντως ἀσθέ νειαν. "Πολλὰ γὰρ πταίομεν ἅπαντες," κατὰ τὸ γεγραμμένον. Πλὴν οὐαὶ μὲν ἔσεσθαί φησι τῷ τιθέντι τὰ σκάνδαλα· οὐ γὰρ ἀνεπίπληκτον ἐᾷ, συστέλλει δὲ μᾶλλον τῷ φόβῳ τῆς δίκης τὸ ῥᾴθυμον ἐν τούτοις. Ἐπιτάττει γε μὴν ἀνεξικακεῖν τοῖς τιθεῖσιν αὐτά. 9Ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ, κ.τ.λ.9 (A f. 230 b, B f. 161 b) Ἐὰν γὰρ ἐπιστρέφῃ, φησὶν, ὁ ἁμαρτὼν εἰς σὲ, καὶ καταγινώσκῃ ἑαυτοῦ, ἀφήσεις αὐτῷ· καὶ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις. Οὐ γὰρ εἴ τις ἀσθενεῖ καὶ τοῦτο συχνῶς, διὰ τοῦτο ἀφιλαλλήλους ἡμᾶς ὁρᾶσθαι, καὶ ὀλιγώρως ἔχειν εἰς μακροθυμίαν· δεῖ δὲ μᾶλλον ἀπομιμεῖσθαι φιλεῖν τοὺς τῶν ἐν σώματι παθῶν ἰατροὺς, οἳ οὐχ ἅπαξ ἢ δὶς τὸν ἄῤῥωστον θεραπεύουσι, τοσαυτάκις δὲ μᾶλ λον, ὁσάκις ἂν αὐτὸν ἀῤῥωστῆσαι συμβῇ. Ἐννοῶμεν γὰρ ὡς καὶ ἡμεῖς ἐσμεν ἐν ἀσθενείαις, καὶ ἡττώ μεθα παθῶν· πάσχοντες δὲ τοῦτο, χρηστοὺς καὶ ἀμνησικάκους εἶναι πρὸς ἡμᾶς εὐχόμεθα τοὺς ἐπι 72.832 πλήττειν ὀφείλοντας, καὶ τὴν τοῦ χρῆναι κολάζειν ἔχοντας ἐξουσίαν. ∆εῖ δὴ οὖν ἄρα τῶν ἀλλήλων ἀσθενείαις συγκαθισταμένους, "ἀλλήλων τὰ βάρη βαστάζειν· ἀναπληρώσομεν γὰρ οὕτω τὸν νόμον τοῦ Χριστοῦ." Ἐπιτήρησον δὲ ὡς ἐν τῷ κατὰ Ματθαῖον πυνθάνεται ὁ Πέτρος καί φησι· "Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ;" Ἐνταῦθα δὲ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους, ὅτι "Κἂν ἑπτά κις τῆς ἡμέρας ἁμάρτῃ," τουτέστι πολλάκις, καὶ τοσαυτάκις καταγνῷ ἑαυτοῦ, "ἀφήσεις αὐτῷ." 9Εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.9 (A f. 231) Εὐφραίνει πάντων ἁγίων ψυχὴν, οὐ τῶν προσκαίρων καὶ ἐπιγείων ἡ κτῆσις, φθαρτὰ γὰρ ταῦτα καὶ εὐαπόβλητα, ἐκεῖνα δὲ μᾶλλον ἃ τοὺς λαβόντας, σεπτοὺς ἀποφαίνει καὶ μακαρίους. Ταῦτα δέ εἰσι τὰ θεόσδοτα καὶ πνευματικὰ χαρίσματα δη λονότι· ὧν ἕν ἐστι καὶ ἐξαίρετον, ἡ πίστις, ἤτοι τὸ βεβηκὸς εἰς πίστιν τὴν ἐπί γε τῷ πάντων ἡμῶν Σω τῆρι Χριστῷ· ἣν δὴ καὶ ὁ Παῦλος οἶδεν οὖσαν κεφά λαιον τῶν ἐν ἡμῖν ἀγαθῶν· ἔφη γοῦν, ὅτι "Χωρὶς πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε." Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. Ἄθρει δὴ οὗν τοὺς ἁγίους ἀποστόλους, τῶν ἀρχαιοτέρων ἁγίων ζηλωτὰς γεγονότας· τί γὰρ αἰτοῦσι παρὰ Χριστοῦ; "Πρόσθες ἡμῖν πίστιν." Οὐκ αἰτοῦσι πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους νομίσῃς αὐτοὺς, προσθήκην δὲ μᾶλλον πίστεως αἰτοῦσι παρὰ Χριστοῦ, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν· τῆς γὰρ πίστεως, ἡ μέν ἐστιν ἐφ' ἡμῖν, ἡ δὲ κατὰ τὴν θείαν δίδοται χάριν. Ἐφ' ἡμῖν μὲν γάρ ἐστι, τὸ προκατάρξεσθαι, καὶ τὴν εἰς αὐτὸν ὅλῃ δυνάμει ἔχειν πεποίθησίν τε καὶ πί στιν· θείας