126
σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε.» 11.13.6 Ταῦτα ὁ Πλα11.13.7 φύσιν ἐπιπορευόμενος» τὸ «εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ»· καὶ πρὸς τὸ «τῷ δ' αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὸς» σύγκρινον τὸ «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησε» καὶ τὸ «ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος» καὶ τὸ «διότι ἔκδικος κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν·» τῷ δὲ «ἧς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος» 11.13.8 ἑπόμενόν ἐστι τὸ «ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ·» τῷ δὲ «ὁ δ' ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται ἔρημος θεοῦ» τὸ «ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» καὶ «χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον.» ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου·
11.14.1 ιεʹ. ΠΕΡΙ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ
Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς 11.14.2 αὐτοὶ θεολογεῖν δεδιδάγμεθα. ὁ μὲν οὖν Μωσῆς διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἷς φησι· «Καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τῶν ἀσεβῶν πόλιν,» ἔνθα συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ' Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσά11.14.3 ρων στοιχείων ἀνεκφώνητος παρ' αὐτοῖς θεολογία. τούτῳ δὲ καὶ ∆αβίδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησίν· «Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,» τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότη11.14.4 τος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος; ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ Λόγον τοῦ Πατρὸς δημιουργικὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον, ἐν οἷς φησι· «Τῷ λόγῳ κυρίου οἱ οὐρα11.14.5 νοὶ ἐστερεώθησαν.» καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ' αὐτοῦ θεραπείας εἰσάγει, λέγων· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο 11.14.6 αὐτούς.» καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου σοφίαν εἰπών, τάδε ὡς 11.14.7 ἐξ αὐτῆς προσώπου διέξεισιν· «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.» εἶθ' ἑξῆς ἐπιλέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ.» 11.14.8 τοῦ δ' αὐτοῦ πάλιν καὶ τάδε ἐστίν· «Ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.» ἔτι δὲ καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ· «Ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις 11.14.9 ἐδίδαξέ με σοφία.» εἶτ' ἐπιλέγει· «Τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ' ἐξ ἀρχῆς γενέσεως ἐξ11.14.10 ιχνιάσω.» καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε· «Ἔστι γὰρ αὕτη πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ