126
ἄξιος εἶναι; ἀλλ' ὁ μὲν ∆εσπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον κρίνεις; Οὐκ οἶσθα ὅτι καὶ ὁ Ἀβραὰμ ἐντεῦθεν μάλιστα μειζόνως θαυμάζεται, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· ἂν γὰρ ἀεὶ περιεργάζεσθαι μέλλῃς, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Μηδὲ τῶν οἰκείων μόνων τῆς πίστεως φροντίζωμεν, τῶν δὲ ἄλλων ἀμελῶμεν, ἀλλ' ἐάν τινα ἴδωμεν πάσχοντα κακῶς, μηδὲν ἕτερον περιεργαζώμεθα· ἔχει γὰρ τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς πάσχειν αὐτόν. Ἀλλ' οὐκ οἶδα πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια· κἂν μὲν κοσμικὸν ἴδωμεν ἐν περιστάσει, οὐκ ὀρέγομεν χεῖρα· πρὸς δὲ τοὺς ἐν ὄρεσι μόνον καθημένους ἐσμὲν σπουδαῖοι. Κἂν Ἕλληνα, κἂν Ἰουδαῖον, κἂν ἕτερόν τινα ἴδῃς ἐν περιστάσει, εὖ ποιεῖν δεῖ. Καὶ γὰρ τοὺς μονάζοντας μόνους ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν ἐθέλων, κἀκείνους δὲ πάλιν περιεργαζόμενος, ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ ᾖ σημεῖα ποιῶν, καὶ οὐκ ὀρέγων χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλες· καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσεις. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόμενον ἐγείρεις, καὶ οὐ περιεργάζῃ τίνος ἐστὶ, πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί; Τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, 63.729 ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιμοῦντα εἶδες, καλῶς ταῦτα ἔλεγες· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστι καὶ φαῦλος· ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ μεγίστης ἀλαζονείας τεκμήριον. Ἐλεημοσύνη διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀξίοις καὶ τοῖς ἀναξίοις παρέχωμεν. Ἂν γὰρ τοὺς ἀναξίους περιεργαζώμεθα καὶ πολυπραγμονῶμεν, οὐδὲ ἄξιοί ποτε ῥᾳδίως ἐμπεσοῦνται ἡμῖν· ἂν δὲ καὶ ἀναξίοις παρέχωμεν, πάντως καὶ οἱ ἄξιοι καὶ πάντων ἐκείνων ἀντάξιοι εἰς τὰς ἡμετέρας ἥξουσι χεῖρας. Εἰ γὰρ μέλλοιμεν τὴν ἀξίαν ἐπιζητεῖν ἐπὶ τῶν συνδούλων τῶν ἡμετέρων καὶ ἀκριβολογεῖσθαι, τοῦτο καὶ ὁ Θεὸς ἐφ' ἡμῶν ἐργάσεται· καὶ ζητοῦντες τοῖς ὁμοδούλοις ἀπαιτῆσαι εὐθύνας, αὐτοὶ τῆς ἄνωθεν ἐκπεσούμεθα φιλανθρωπίας. Τὸν γὰρ φιλοφροσύνην ἐπιδεικνύμενον οὐκ εὐθύνας ἀπαιτῆσαι δεῖ βίου, ἀλλὰ πενίαν διορθοῦν καὶ τὴν χρείαν πληροῦν. Τοιγαροῦν, ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ᾖς, εἰ σὺ ἦς ἐκεῖνος· ἐννόησον ὅτι ὅμοιός σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοι κοινωνίας, καὶ πάντα σοι κοινὰ κέκτηται, καὶ οὐδὲ τῶν κυνῶν τῶν σῶν πολλάκις ἴσον ποιεῖς αὐτόν· ἀλλ' οἱ μὲν κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιμήθη πεινῶν, καὶ τῶν δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ' ἐκεῖνοί σοι χρείαν πληροῦσι καὶ δουλεύουσί σοι καλῶς; Ἐγὼ οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων· παραστήσεται γὰρ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοί σου ποιῆσαι δύνανται; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις, τὸν καὶ ἀπὸ μόνου τοῦ σχήματος καὶ τῆς ὄψεως ἱκανὸν ὄντα σε πρὸς ἔλεον ἐπικάμψαι; καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι, εἰ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ἀλγοῦντα καὶ κοπτόμενον καὶ βασανιζόμενον ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς; πῶς σὲ τὸν ἁμαρτόντα εἰς αὐτὸν ἀτιμώρητον ἀφήσει; Ὃς γὰρ ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Τοιοῦτοι τοίνυν περὶ τοὺς συνδούλους γινώμεθα, οἷον βουλόμεθα περὶ ἡμᾶς τὸν ∆εσπότην γενέσθαι. Ἐλεημοσύνη καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων μείζων ἐστὶ θυσία, μόνον ἂν ἐκ δικαίου γίνηται κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεός· τὰς δὲ ἑτέρας ἀποστρέφεται καὶ μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν· ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη