δὲ χάριτος, ἡ εἰς τοῦτο βεβαίωσις καὶ ἰσχύς. ∆ιὸ καὶ ἐπείπερ πάντα Θεῷ δυνατὰ, πάντα φησὶν ὁ Κύριος δύναται τῷ πιστεύοντι· Θεοῦ γὰρ ἡ δύναμις, ἡ διὰ τῆς πίστεως ἡμῖν παραγινομένη. Τοῦτο εἰδὼς καὶ ὁ μακάριος Παῦλος, ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· "Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι." Ὁρᾷς ὡς ἐν τῷ καταλόγῳ τῶν πνευματικῶν χαρισμάτων ἔθηκε καὶ τὴν πί στιν; Ταύτην παρεκάλουν λαβεῖν παρὰ τοῦ Σωτῆρος οἱ μαθηταὶ, τὴν παρ' ἑαυτῶν εἰσαγαγόντες, ἣν καὶ δέδωκεν αὐτοῖς μετὰ τὴν τῆς οἰκονομίας ἐκπλήρω σιν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος· πρὸ γὰρ τῆς ἀναστάσεως οὕτω ἦν ἑδραία ἡ παρ' αὐτοῖς πίστις, ὡς καὶ ὀλιγοπιστίας αὐτοὺς ἐγκλήμασιν ὑποφέρεσθαι. Ἀμέλει συνέπλει ποτὲ τοῖς ἁγίοις ἀποστόλοις ὁ τῶν ὅλων Σωτὴρ τὴν Τιβεριάδα λίμνην ἤτοι θάλασ σαν, καὶ εἰσεδέχετο μὲν αὐτὸς οἰκονομικῶς τὸν 72.833 ὕπνον· πνεύματος δὲ λαύρου διακυκῶντος τὸ ῥόθιον, καὶ σκληρὸν κατὰ τοῦ σκάφους ἐγείροντος κῦμα, τεθορύβηνται λίαν· ὥστε καὶ ἀφυπνίσαι τὸν Κύριον, λέγοντες· "Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα." Ὁ διεγερθεὶς, φησὶν, ἐπετίμησε τῷ κλύδωνι, καὶ τὴν τοῦ χειμῶνος ἀγριότητα μετέστησεν εἰς εὐδίαν. Ἐπῃτιᾶτο δὲ λίαν τοὺς ἁγίους ἀποστόλους, λέγων· "Ποῦ ἡ πίστις ὑμῶν;" Οὐ γὰρ ἔδει θορυβεῖσθαι κατά τι γοῦν ὅλως, συνόντος αὐτοῖς τοῦ πάντων ∆εσπότου, ὃν πάντα τὰ ἔργα τρέμει καὶ σείεται· εἰ δὲ χρή τι καὶ ἕτερον παρενεγκεῖν τῷ πρώτῳ προσεοικὸς, ἐρῶ δὴ πάλιν. Ἐκέλευσε τοῖς ἁγίοις ἀποστόλοις εἰσβῆναι μὲν εἰς τὸ σκάφος, προάγειν δὲ αὐτὸν εἰς τὸ πέραν τῆς λίμνης· οἱ δὲ ἀμελητὶ τοῦτο δεδράκασι. Ἐληλα κότες δὲ σταδίους ὡσεὶ τριάκοντα, φησὶν, ὁρῶσι τὸν Ἰησοῦν περιπατοῦντα ἐν τῇ θαλάσσῃ, καὶ γεγόνασι περιδεεῖς, φάσμα τι νομίσαντες εἶναι τὸ ὁρώμενον. Εἶτα προσπεφώνηκεν αὐτοῖς λέγων· "Ἐγώ εἰμι, μὴ φοβεῖσθε." Ἔφη δὲ ὁ Πέτρος· "Εἰ σὺ εἶ, κέλευσόν με εἰσελθεῖν πρὸς σὲ ἐπὶ τοῦ ὕδατος." Ὁ δὲ εἶπεν· "Ἐλθέ." Καὶ καταπηδήσας τοῦ σκάφους, ἤρξατο τοῦ βαδίζειν· ὡς δὲ εἶδε, φησὶ, τὸν ἄνεμον καὶ τὸ κῦμα, ἐφοβήθη· ἀρξάμενος δὲ βαπτίζεσθαι, ἐφώ νησε· "Κύριε, βοήθει μοι." Ὁ δὲ σέσωκε μὲν κιν δυνεύοντα, ᾐτιᾶτο δὲ πάλιν λέγων· "Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;" Ὅτι δὲ κατὰ τὸν τοῦ πάθους καιρὸν, τῆς τῶν στρατιωτῶν σπείρας, καὶ τῶν ἀν οσίων ὑπηρετῶν ἐλθόντων συλλαβέσθαι τὸν Ἰησοῦν, πάντες ἀφέντες αὐτὸν ἔφυγον, ἠρνήσατο δὲ καὶ ὁ Πέτρος παιδίσκης μιᾶς θορυβούσης αὐτὸν, οὐκ ἀσυμ φανές. Εἶδες ὀλιγοπίστους ἔτι τοὺς μαθητάς· θαύμασον αὐτοὺς προσθήκην λαβόντας πίστεως παρὰ τοῦ πάν των ἡμῶν Σωτῆρος Χριστοῦ. "Παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἄχρις ἂν ἐνδύσωνται δύνα μιν ἐξ ὕψους." Ἐπειδὴ δὲ γλωσσῶν ἐν εἴδει πυρίνων καταπεφοίτηκεν ἐπ' αὐτοὺς ἡ ἐξ ὕψους δύναμις, τουτέστιν ἡ διὰ τοῦ ἁγίου Πνεύματος χάρις, τότε δὴ, τότε γεγόνασιν εὔτολμοι καὶ νεανικοὶ καὶ τῷ πνεύ ματι ζέοντες· ὥστε καὶ θανάτου καταφρονεῖν, καὶ μηδὲν ἡγεῖσθαι τὰ ἐπιόντα δεινὰ παρὰ τῶν ἀπί στων, καὶ σημείων δὲ τηνικαῦτα γεγόνασιν ἀποτελε σταί. Ὅτι δὲ μέγα καὶ ἐξαίρετον τὸ ἀραρὸς ἐν πί στει, διαδείκνυσι λέγων ὁ Κύριος· "Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως," τουτέστι θερμήν τε καὶ ζέου σαν (E f.143 b), "ἐλέγετε ἂν τῇ συκαμίνῳ, Ἐκρι ζώθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν·" ὁ γὰρ ἐπὶ Χριστῷ πεποιθὼς, οὐκ ἰδίᾳ δυνάμει θαῤῥεῖ, ἀπονέμει δὲ μᾶλλον τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ. Ἔστιν οὖν ὁμολογουμένως παρ' αὐτοῦ τελείω σις ἁπάντων ἐν ψυχαῖς ἀγαθῶν· δεῖ δὲ ὅμως ἑαυ τοὺς παρασκευάσαι, δεκτικοὺς γίνεσθαι τῆς τοιαύτης χάριτος· εἰ γὰρ τὸ πεπηγὸς αὐτῷ, καὶ κατὰ γῆς ἐῤῥιζωμένον μετακινεῖ ἡ τῆς πίστεως δύναμις, καθ' ὅλου φαίη τις ἂν, μηδὲν ἀκίνητον εἶναι οὕτως ὃ μὴ σαλεύσειεν ἡ πίστις, εἰ μετακινήσεως αὐτοῦ δεηθείη. 72.836 Ἐσείετο οὖν ἡ γῆ τῶν ἀποστόλων