127
ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.» ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον·
11.15.1 ιʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ «Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν· εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λόγον.» 11.15.2 Ἐν τῷ δ' αὐτῷ συγγράμματι καὶ τάδε φησί· «Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων 11.15.3 πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ' εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προσαγορεύεται. διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόν11.15.4 των ὅτι «πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου.» καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.» 11.15.5 Καὶ πάλιν ἐπιλέγει· «Ἤκουσα μέντοι καὶ τῶν Μωσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· «Ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή·» καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς, ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείας ἰδέαν φοροῦντα εἰκόνος ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα 11.15.6 ἐπεφημίσθη τὸ Ἀνατολῆς αὐτῷ. τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.» 11.15.7 Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Ἑβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐτάρκως, ἐφ' ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. τοσούτων οὖν παρ' Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν Ἐπινομίδι τάδε λέγοντος ἐπακοῦσαι·
11.16.1 ιζʹ. ΠΛΑΤΩΝΟΣ ΠΕΡΙ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΑΙΤΙΟΥ «Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά.» 11.16.2 Καὶ ἐν Ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖμάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων· «Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρή, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μή, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ καὶ κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον, ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν